ἐργάτης μέθυσος οὐ πλουτισθήσεται· ὁ ἐξουθενῶν τὰ ὀλίγα κατὰ μικρὸν πεσεῖται.
—
οἶνος καὶ γυναῖκες ἀποστήσουσιν συνετούς, καὶ ὁ κολλώμενος πόρναις τολμηρότερος ἔσται·
—
σήπη καὶ σκώληκες κληρονομήσουσιν αὐτόν, καὶ ψυχὴ τολμηρὰ ἐξαρθήσεται.
—
ὁ ταχὺ ἐνπιστεύων κοῦφος καρδίᾳ, καὶ ὁ ἁμαρτάνων εἰς ψυχὴν αὐτοῦ πλημμελήσει.
—
ὁ εὐφραινόμενος καρδίᾳ καταγναωσθήσεται,
—
καὶ ὁ μισῶν λαλιὰν ἐλαττονοῦται κακίᾳ.
—
μηδέποτε δευτερώσῃς λόγον, καὶ οὐθέν σοι οὐ μὴ ἐλαττονωθῇ.
—
ἐν φἰλῳ καὶ ἐν ἐχθρῷ μὴ διηγοῦ, καὶ εἰ μή ἐστίν σοι ἁμαρτία, μὴ ἀποκάλυπτε·
—
ἀκήκοεν γάρ σου καὶ ἐφυλάξατό σε, καὶ ἐν καιρῷ μισήσει σε.
—
ἀκήκοας λόγον ; συναποθανέτω σοι· θάρσει, οὐ μή σε ῥήξει.
—
ἀπὸ προσώπου λόγου ὠδινήσει μαωρός, ὡς ἀπὸ προσώπου βρέφους ἡ τίκτουσα.
—
βέλος πεπηγὸς ἐν μηρῷ σαρκός, οὕτως λόγος ἐν κοιλίᾳ μωροῦ.
—
Ἔλεγξον φίλον, μή ποτε οὐκ ἐποίησεν, καὶ εἴ τι ἐποίησεν, μή ποτε προσθῇ.
—
ἔλεγξον τὸν φίλον, μὴ ποτε οὐκ εἶπεν· καὶ εἰ εἴρηκεν, ἵνα μὴ δευτερώσῃ.
—
ἔλεγξον φίλον, πολλάκις γὰρ γίνεται διαβολή, (¹⁶)καὶ μὴ παντὶ λόγῳ πίστευε.
—
ἔστιν ὀλισθάνων καὶ οὐκ ἀπὸ ψυχῆς, (17)καὶ τίς οὐχ ἥμαρτεν ἐν τῇ γλώσσῃ αὐτοῦ;
—
ἔλεγξον τὸν πλησίον σου πρὶν ἢ ἀπειλῆσαι, (18)καὶ δὸς τόπον νόμῳ Ὑψίστου.
—
Πᾶσα σοφία φόβος Κυρίου, καὶ ἐν πάσῃ σοφίᾳ ποίησις νόμου.
—
καὶ οὐκ ἔστιν σοφία πονηρίας ἐπιστήμη, καὶ οὐκ ἔστιν ὅπου βουλὴ ἁμαρτωλῶν φρόνησις.
—
ἔστιν πονηρία καὶ αὕτη βδέλυγμα, καὶ ἔστιν ἄφρων ἐλαττούμενος σοφίᾳ.
—
κρείττων ἡττώμενος ἐν συνέσει ἔμφοβος ἢ περισσεύων ἐν φρονήσει καὶ παραβαίνων νόμον.
—
ἔστιν πανουργία ἀκριβὴς καὶ αὕτη ἄδικος, καὶ ἔστιν διαστρέφων χάριν τοῦ ἐκφᾶναι κρίμα.
—
ἔστιν πονηρευόμενος συνκεκυφὼς μελανίᾳ, καὶ τὰ ἐντὸς αὐτοῦ πλήρης δόλου·
—
συνκύφων πρόσωπον καὶ ἑτεροκαωφῶν, ὅπου οὐκ ἐπεγνώσθη προφθάσει σε·
—
καὶ ἐὰν ὑπὸ ἐλαττώματος ἰσχύος κωλυθῇ ἁμαρτεῖν, ἐὰν εὕρῃ καιρὸν κακοποιήσει.
—
ἀπὸ ὁράσεως ἐπιγνωσθήσεται ἀνήρ, καὶ ἀπὸ ἀπαντήσεως προσώπου ἐπιγνωσθήσεται νοήμων·
—
στολισμὸς ἀνδρὸς καὶ γέλως ὀδόντων καὶ βήματα ἀνθρώπου ἀναγγέλλει τὰ περὶ αὐτοῦ.
—