Skip to content

Parallel

Psalms of Solomon 8

Swete's Septuagint · Berean Standard Bible

8:1
Θλίψιν καὶ φωνὴν πολέμου ἤκουσεν τὸ οὖς μου, φωνὴν σάλπιγγος ἠχούσης σφαγὴν καὶ ὄλεθρον·
—
8:2
φωνὴ λαοῦ πολλοῦ ὡς ἀνέμου πολλοῦ σφόδρα, ὡς καταιγὶς πυρὸς πολλοῦ φερομένου δι᾿ ἐρήμου.
—
8:3
καὶ εἶπα τῇ καρδίᾳ μου Ποῦ ἄρα κρινεῖ αὐτὸν ὁ θεός
—
8:4
φωνὴν ἤκουσα εἰς Ἰερουσαλὴμ πόλιν ἁγιάσματος·
—
8:5
συνετρίβη ἡ ὀσφύς μου ἀπὸ ἀκοῆς, παρελύθη γόνατά μου.
—
8:6
ἐφοβήθη ἡ καρδία μου, ἐταράχθη τὰ ὀστᾶ μου ὡς λίνον·
—
8:7
εἶπα Κατευθυνοῦσιν ὁδοὺς αὐτῶν ἐν δικαιοσύνῃ. ἀνελογισάμην τὰ κρίματα τοῦ θεοῦ ἀπὸ κτίσεως οὐρανοῦ καὶ γης· ἐδικαίωσα τὸν θεὸν ἐν τοῖς κρίμασιν αὐτοῦ τοῖς ἀπʼ αἰῶνος.
—
8:8
ἀυεκάλυψεν ὁ θεὸς τὰς ἁμαρτίας αὐτῶν ἐναντίον τοῦ ἡλίου· ἔγνω πᾶσα ἡ γῆ τὰ κρίματα τοῦ θεοῦ τὰ δίκαια.
—
8:9
ἐν καταγαίοις κρυφίοις αἵ παρανομίαι αὐτῶν ἐν παροργισμῷ·
—
υἱὸς μετὰ μητρὸς καὶ πατὴρ μετὰ θυγατρὸς συνεφύροντο.
—
ἐμοιχῶντο ἕκαστος τὴν γυναῖκα τοῦ πλησίον αὐτοῦ· συνέθεντο αὐτοῖς συνθήκας μετὰ ὅρκου περὶ τούτων.
—
τὰ ἅγια τοῦ θεοῦ διηρπάζοσαν, ὼς μὴ ὄντος κληρονόμου λυτρουμένου.
—
ἐπατοῦσαν τὸ θυσιαστήριον Κυρίου ἀπὸ πάσης ἀκαθαρσίας ικαὶ ἐν ἀφέδρῳ αἵματος ἐμίαναν τὰς θυσίας, ὡς κρέα βέβηλα·
—
οὐ παρέλειπον ἁμαρτίαν ῆν οὐκ ἐποίησαν ὑπέρ τὰ ἔθνη.
—
διὰ τοῦτο ἐκέρασεν αὐτοῖς ὁ θεὸς πνεῦμα πλανήσεαως, ἐπότισεν αὐτοὺς ποτήριον οἴνου ἀκράτου εἰς μέθην.
—
ἤγαγεν τὸν ἀπʼ ἐσχάτου τῆς γῆς, τὸν παίοντα κραταιῶς,
—
ἔκρινεν τὸν πόλεμον ἐπὶ Ἰερουσαλὴμ καὶ τὴν γῆν αὐτῆς.
—
ἠπάντησαν αὐτῷ οἱ ἄρχοντες τῆς γῆς μετὰ χαρδς. εἶπαν αὐτῷ Ἐπευκτὴ ἡ ὁδός σου· δεῦτε εἰσέλθατε μετʼ εἰρήνης
—
ὡμάλισαν ὁδοὺς τραχείας ἀπὸ εἰσόδου αὐτοῦ, ἤνοιξαν πύλας ἐπὶ Ἰερουσαλήμ, ἐστεφάνωσαν τείχη αὐτῆς.
—
εἰσῆλθεν ὡς πατήρ εἰς οἶκον υἱῶν αὐτοῦ μετ εἰρήνης. ἔστησεν τοὺς πόδας αὐτοῦ μετὰ ἀσφαλείας πολλῆς.
—
κατελάβετο τὰς πυργοβάρεις αὐτῆς καὶ τὸ τεῖχος Ἰερουσαλήμ,
—
ἶτὶ ὁ θεὸς γαγεν αὐτὸν μετὰ ἀσφαλείας ἐυ τῇ πλανήσει αὐτῶν.
—
ἀπώλεσεν ἄρχοντας αὐτῶν καὶ πᾶν σοφὸν ἐν βουλῇ, ἐξέχεεν τὸ αἵμα τῶν οἰκούντων Ἰερουσαλὴμ ὡς ὕδωρ ἀκαθαρσίας.
—
ἀπήγαγεν τοὺς υἱοὺς καὶ τὰς θυγατέρας αὐτῶν, ἅ ἐγέννησαν ἐν βεβηλώσει.
—
ἐποίησαν κατὰ τὰς ἀκαθαρσίας αὐτῶν, καθὼς οἱ πατέρες αὐτῶν·
—
ἐμίανεν Ἰερουσαλὴμ καὶ τὰ ἡγιασμένα τῷ ὀνόματι τοῦ θεοῦ.
—
ἐδικαιώθη ὁ θεὸς ἐν τοῖς κρίμασιν αὐτοῦ ἐν τοῖς ἔθνεσι τῆς γῆς.
—
καὶ οἱ ὅσιοι τοῦ θεοῦ ὡς ἀρνία ἐν ἀκακίᾳ ἐν μέσῳ αὐτῶν.
—
αἰνετὸς Κύριος ὁ κρίνων πᾶσαν τὴν γῆν ἐν δικαιοσύνῃ αὐτοῦ.
—
ἰδου δή, ὁ θεός, ἔδειξας ἡμῖν τὸ κρίμα σου ἐν τῇ δικαιοσύνῃ σου.
—
εδοσαν οἱ ὀφθαλμοὶ ἡμῶν τὰ κρίματά σου, ὁ θεός. ἐδικαιώσαμεν τὸ ὄνομά σου τὸ ἔντιμον εἰς αἰῶνας,
—
ὅτι σὺ ὁ θεὸς τῆς δικαιοσύνης, κρίνων τὸν Ἰσραὴλ ἐν παιδείᾳ.
—
ἐπίστρεψον, ὁ θεός, τὸ ἔλεός σου ἐφʼ ἡμᾶς καὶ οἰκτείρησον ἡμᾶς·
—
συνάγαγε τὴν διασ πορὰν Ἰσραὴλ μετὰ ἐλέους κὶ χρηστότητος.
—
ὅτι πίστις σοι μεθʼ ἡμῶν, καὶ ἡμεῖς ἐσκληρίναμεν τράχηλον ἡμῶν. καὶ σὺ παιδευτὴς ἡμῶν εἶ.
—
μὴ ὑπερίδῃς ἡμᾶς, ὁ θεὸς ἡμῶν, ἵνα μὴ καταπίωσιν ἡμᾶς ἔθνη. ὡς μὴ ὄντος λυτρουμένοιι.
—
καί σὺ ὁ θεὸς ἡμῶν ἀπʼ ἀρχῆς. καὶ ἐπὶ σὲ ἥ ἐλπὶς ἡμῶν, Κύριε·
—
καὶ ἡμεῖς οὐκ ἀφεξόμεθά σου, ὅτι χρηστὰ τὰ κρίματά σου εἰς ἡμᾶς.
—
ἡμῖν καὶ τοῖς τέκνοις ἡμῶν ἡ εὐδοκία εἰς τὸν αἰῶνα· Κύριε σωτὴρ ἡμῶν, οὐ σαλευθησόμεθα ἔτι τὸν αἰῶνα χρόνον.
—
Αἰνετὸς Κύριος ἐν τοῖς κρίμασιν αὐτοῦ ἐυ στόματι ὁσίων, καὶ εὐλογημένος Ἰσραὴλ ὑπὸ Κυρίου εἰς τὸν αἰῶνα.
—