Skip to content

Parallel

Psalms of Solomon 9

Swete's Septuagint · Berean Standard Bible

9:1
Ἐν τῷ ἀπαχθῆναι Ἰσραὴλ ἐν ἀποικεσίᾳ εἰς γῆν ἀλλοτρίαν, ἐν τῷ ἀποστθῆναι αὐτοὺς ἀπὸ Κυρίου τοῦ λυτρωσαμένου αὐτούς,
—
9:2
ἀπερίφησαν ἀπὸ κληρονομίας ἧς ἔδωκεν αὐτοῖς Κύριος· ἐν παντὶ ἔθνει ἡ διασπορὰ τοῦ Ἰσραὴλ κατὰ τὸ όῆμα τοῖ θεοῦ·
—
9:3
ζυα δικαιωθῇῆς, ὁ θεός, ἐν τῇ δικαιοσύνῃ σου ἐν ταῖς ἀνομίαις ἡμῶν·
—
9:4
ὅτι σὺ κριτὴς δίκαιος ἐπὶ πντας τοὺς λαοὺς τῆς γῆς.
—
9:5
οὐ γὰρ κρυβήσεται ἀπὸ τῆς γνώσεως σου πᾶς ποιῶν ἄδικα.
—
9:6
καὶ αἱ δικαιοσύναι τῶν ὁσίων σου ἐνώπιόν. σου, Κύριε· καὶ ποῦ κρυβήσεται ἄνθρωπος ἀπὸ τῆς γνώσεως σου, ὁ θεός
—
9:7
τὰ ἔργα ἡμῶν ἐν ἐκλογῇ καὶ ἐξουσίᾳ τῆς ψυχῆς ἡμῶν. τοῦ ποιῆσαι δικαιοσύνην καὶ ἀδικίαν ἔργοις χειρῶν ἡμῶν.
—
9:8
καὶ ἐν τῇ δικαιοσύνῃ σου ἐπισκέπτῃ υἱοὺς ἀνθρώπων·
—
9:9
ὁ ποιῶν δικαιοσύνην θησαυρίζει ζωὴν αὐτῷ παρά Κυρίῳ, καὶ ὁ ποιῶν ἀδικίαν αὐτὸὶ αἵτιος τῆς ψυχῆς ἐν ἀπωλεία.
—
τὰ γὰρ κρίματα Κυρίου ἐν δικαιοσύνῃ κατʼ ἄνδρα καὶ οἶκον.
—
τίνι χρηστεύσῃ, ὁ θεός, εἰ μὴ τοῖς ἐπικαλουμένοις τὸν κύριον
—
Τῷ Σαλωμών· εἰς ελεγχον.
—
καθαρίσει ἐν ἁμαρτίαις ψυχὴν ἐν ἐξομολογήσει, ἐν ἐξαγορίαις
—
ὅτι αἰσχύνη ἡμῖν καὶ τοῖς προσώποις ἡμῶν περὶ ἁπάντων·
—
καὶ τίνι ἀφήσει ἁμαρτίας, εἰ μὴ τοῖς ἡμαρτηκόσι
—
δικαίους εὐλογήσεις, καὶ οὐκ εὐθυνεῖς περὶ ἱὡν ἡμάρτοσαν, καὶ ὴ χρηστότης σου περὶ ἁμαρτάνοντας ἐν μεταμελεία.
—
καὶ νῦν σὺ ὁ θεός, καὶ ἡμεῖς λαός σου ὃν ἠγάπησας· ἴδε καὶ οἰκτείρησον, ὁ θεὸς Ἰσραήλ, ὅτι σοί ἐσμεν· καὶ μὴ ἀποστήσῃς ἔλεός σου ἀφʼ ἡμῶν, ἴνα μὴ ἐπιθῶνται ἡμῖν.
—
ὅτι σὺ ᾑρετίσω τὸ σπέρμα Ἀβραάμ παρά πάντα τὸ ἔθνη,
—
καὶ δοῦ τὸ ὄνομά σου ἐφʼ ἡμᾶς, Κύριε· καὶ οὐ καταπαύσεις τὸν αίῶνα.
—
ἐυ διαθήκῃ διέθου τοῖς πατράσιν ἡμῶν περὶ ἡμῶν, καὶ ἡμεῖς ἐλπιοῦμεν ἐπὶ σὲ ἐν ἐπιστροφῇ ψυχῆς ἡμῶν.
—
τοῦ κυρίου ἐλεημοσύνη ἡ ἐπʼ οἶκον Ἰσραὴλ εἰς τὸν αἰῶνα καὶ ἔτι
—