Skip to content

Parallel

Psalms of Solomon 7

Swete's Septuagint · Berean Standard Bible

7:1
Μὴ ἀποσκηνώσῃς ἀφʼ ἡμῶν, ὁ θεός, ἵνα μὴ ἐπιθῶνται ἡμῖν οἵ ἐμίσησαν ἡμᾶς δωρεάν.
—
7:2
ὅτι ἀπώσω αὐτούς, ὁ θεός· μὴ πατησάτω ὁ ποὺς αὐτῶν κληρονομίαν ἁγιὶσματός σου.
—
7:3
σὺ ἐν θελήματί σου παίδευσον ἡμᾶς. καὶ μὴ δῷς ἔθνεσιν.
—
7:4
ἐὰν γὰρ ἀποστείλῃς θάνατον, σὺ ἐντελῇ αὐτῷ περὶ ἡμῶν· ὅτι σὺ ἐλεήμων, καὶ οὐκ ὀργισθήσῃ τοῦ συντελέσαι ἡμᾶς,
—
7:5
ἐν τῷ κατασκηνοῦν τὸ ὄνομά σου ἐν μέσῳ ἡμῶν ἐλεηθησόμεθα.
—
7:6
καί οὐκ ἰσχύσει πρὸς ἡμᾶς ἔθνος, ὅτι σὺ ὑπερασπιστὴς ἡμῶν.
—
7:7
καὶ ἡμεῖς ἐπικαλεσόμεθά σε, καὶ σὺ ἐπακούσῃ ἡμῶν·
—
7:8
ῆτι σὺ οἰκτειρήσεις τὸ γένος Ἰσραὴλ εἰς τὸν αἰῶνα καὶ οὐκ ἀπώσει· καὶ ἡμεῖς ὑπὸ ζυγόν σου τὸν αἰῶνα, καὶ μάστιγα παιδίας σου.
—
7:9
κατευθυνεῖς ἡμᾶς ἐν καιρῷ ἀντιλήψεως σου, τοῦ ἐλεῆσαι τὸν οἶκον Ἰακὼβ εἰς ἡμέραν ἐν ἧ ἐπηγγείλω αὐτοῖς.
—