Skip to content

Parallel

Psalms of Solomon 6

Swete's Septuagint · Berean Standard Bible

6:1
Μακάριος ἀνὴρ οὗ ἡ καρδία αὐτοῦ ἑτοίμη ἐπικαλέσασθαι τὸ ὄνομα Κυρίου·
—
6:2
ἐν τῷ μνημονεύειν αὐτὸν τὸ ὄνομα Κυρίου σωθήσεται
—
6:3
αἱ ὁδοὶ αὐτοῦ κατευθύνονται ὑπὸ Κυρίου, καὶ πεφυλαγμένα ἔργα χειρῶν αὐτοῦ ὑπὸ Κυρίου θεοῦ αὐτοῦ
—
6:4
ἀπὸ ὁράσεως πονηρῶν ἐνυπνίων αὐτοῦ οὐ ταραχθήσεται·
—
6:5
ἡ ψυχὴ αὐτοῦ ἐν διαβάσει ποταμῶν καὶ σάλῳ θαλασσῶν οὐ πτοηθήσεται.
—
6:6
ἐξανέστη ἐξ ὕπνου αὐτοῦ, καὶ ηὐλόγησεν τῷ ὀνόματι Κυρίου.
—
Ἐν ἐλπίδι τῷ Σαλωμών.
—
6:7
ἐπ εὐσταθίᾳ καρδίας αὐτοῦ ἐξύμνησεν τῷ ἀνόματι τοῦ θεοῦ, καὶ ἐδεήθη τοῦ προσώπου Κυρίου περὶ παντὸς τοῦ οἴκου αὐτοῦ.
—
6:8
καὶ Κύριος εἰσήκουσεν προσευχὴν παντὸς ἐν φοίβῳ θεοῦ, καὶ πᾶν αἴτημα ψυχῆς ἐλπιζούσης πρὸς αὐτὸν ἐπιτελεῖ ὁ κύριος.
—
6:9
εὺλογητὸς Κύριος ὁ ποιῶν ἔλεος τοῖς ἀγαπῶσιν αὐτὸν ἐν ἀληθεία.
—