Κύριε ὁ θεός, αἰνέσω τῷ ἀνόματί σου ἐν ἀγαλλιάσει, ἐυ μέσῳ ἐπισταμένων τὰ κρίματά σου τὰ δίκαια.
—
ὅτι εὔχρηστος καὶ ἐλεήμων ἡ καταφυγὴ τοῦ πτωχοῦ·
—
ἐν τῷ κεκραγέναι με πρὸς σέ μὴ παρασιωπήσῃς ἀπʼ ἐμοῦ.
—
οὐ γὰρ λήψεται σκῦλα παρὰ ἀνδρὸς δυνατοῦ·
—
καὶ τίς λήψεται ἀπὸ πάντων ὧν ἐποίησας, ἐὰν μὴ σὺ δῷς
—
ὅτι ἄνθρωπος καὶ ἡ μερὶς αὐτοῦ παρὰ σοῦ ἐν σταθμῷ· οὐ προσθήσει τοῦ πλεονάσαι παρὰ τὸ κρίμα σου, ὁ θεός.
—
ἐν τῷ θλίκκδεσθαι ἡμᾶς ἐπικαλεσόμεθα εἰς βοήθειαν. καὶ σὺ οὐκ ἀποστρέψῃ τὴν δέησιν ἡμῶν, ὅτι σὺ ὁ θεὸς ἡμῶν εἶ.
—
μὴ βαρύνῃς τὴν χεῖρά σου ἐφʼ ἡμᾶς. ἴνα μὴ δι᾿ ἀνάγκην ἁμάρτωμεν.
—
καὶ ἐὰν μὴ ἐπιστρέψῃς ἡμᾶς, οὐκ ἀφεξόμεθα, ἀλλ ἐπὶ σ ἥξομεν·
—
ἐὰν γὰρ πεινάσω, πρὸς σὲ κεκράξομαι, ὁ θεός, καὶ σὺ δώσεις μοι.
—
τὰ πετεινὰ καὶ τοὺς ἰχθύας σὺ τρέφεις. ἐν τῷ διδόναι σὲ ὑετὸν ἐρήμοις εἰς ἀνατολὴν χλόης, ἑτοιμάσαι χορτάσματα ἐν ἐρήμῳ παντὶ ζῶντι·
—
καὶ ἐὰν πεινάσωσιν, πρὸς σέ ἀροῦσιν πρόσωπον αὐτῶν.
—
τοὺς βασιλεῖς καὶ ἄρχοντας καὶ λαοὺς σὺ τρέφεις, ὁ θεός, καὶ πτωχοῦ καὶ πένητος ἡ ἐλπὶς τίς ἐστιν εἰ μὴ σύ, Κύριε
—
καὶ σὺ ἐπακούσῃ, ὅτι τίς χρηστὸς καὶ ἐπιεικὴς ἀλλʼ ἡ πύ; εὐφρᾶναι ψυχὴν ταπεινοῦ ἐν τῷ ἀνοῖξαι χεῖρά σου ἐν ἐλέει.
—
ἡ χρηστότης ἀνθρώπου ἐν φειδῷ, καὶ ἡ ἀέρι ον· καὶ ἐὰν δευτερώσῃ ἄνευ γογγυσμοῦ, καὶ τοῦτο θαυμάσειας.
—
τὸ δὲ δόμα σου πολὺ μετὰ χρηστότητος κοὶ πλούσιον, καὶ οὗ ἐστιν ἡ ἐλπὶς ἐπὶ σέ, οὐ φείσεται ἐν δόματι·
—
ἐπὶ πᾶσαν τὴν γῆν τὸ ἔλεός σου, Κύριε, ἐν χρηστότητι.
—
μακάριος οὕ μνημονεύει ὁ θεὸς ἐν συμμετρίᾳ αὐταρκίας·
—
ἐὰν ὑπερπλεονάσῃ ὁ ἄνθρωπος, ἐξαμαρτάνει·
—
ἱκανὸν τὸ μέτριον ἐν δικαιοσύνῃ, καὶ ἐν τούτῳ ἡ εὐλογία Κυρίου, εἰς πλησμονὴν ἐν δικαιοσύνῃ.
—
ηὐφράνθησαν οἱ φοβούμενοι Κύριον ἐν ἀγαθοῖς, καὶ ἡ χρηστότης σου ἐπὶ Ἰσραὴλ τῇ βασιλείᾳ συυ.
—
εὐλογημένη ἡ δόξα Κυρίου. ὅτι αὐτὸς βασιλεῖς ἡμῶν.
—