Skip to content

Parallel

Psalms of Solomon 4

Swete's Septuagint · Berean Standard Bible

4:1
Ἵυα τί σύ, βέβηλε, κάθησαι ἐν συνεδρίῳ ὁσίῳ, καὶ ἡ καρδία σου μακρὰν ἀφέστηκεν ἀπὸ τοῦ κυρίου, ἐν παρανομίαις παροργίζων τὸν θεὸν Ἰσραήλ;
—
4:2
περισσὸς ἐν λόγοις, περισσὸς ἐν σημειώσει ὑπέρ πάντας, ὁ σκληρὸς ἐν λόγοις κατακρίναι ἁμαρτωλοὺς ἐν κρίσει.
—
4:3
καὶ ἡ χεὶρ αὐτοῦ ἐν πρώτοις ἐπʼ αὐτὸν ὡς ἐν ζήλει, καὶ αὐτὸς ἔνοχος ἐν ποικιλίᾳ ἁμαρτωλῶν, ἐν ἀκρασίαις·
—
4:4
οἱ ὀφθαλμοὶ αὐτοῦ ἐπὶ πᾶσαν γυναῖκα ἄνευ διαστολῆς, ἡ γλῶσσα ψευδὴς ἐν συναλλάγματι ρεθʼ ὅρκου.
—
4:5
ἐν νυκτὶ καὶ ἐν ἀποκρύφοις ἁμαρτάνει ὡς οὐχ ὐρώμενος, ἐν ὀφθαλμοῖς αὐτοῦ λαλεῖ πάσῃ γυναικὶ ἐν συυταγῇ κικίς·
—
4:6
ταχὺς εἰσόδῳ εἰς πᾶσαν οἰκίαν ἱλαρότητι ὡς ἄκακος
—
4:7
ἐξάραι ὁ θεὸς τοὺς ἐν ὑποκρίσει ζῶντας μετὰ ὁσίων, ἐν φθόρῳ σαρκὸς αὐτοῦ καὶ πενίᾳ τὴν ζωὴν αὐτοῦ·
—
4:8
ἀνακαλύψαι ὁ θεὸς τὰ ἔργα ἀνθρώπων ἀνθρωπαρέσκων, ἐν καταγέλωτι καὶ μυκτηρισμῷ τὰ ἔργα αὐτοῦ.
—
4:9
καὶ δικαιώσαισαν ὅσιοι τὸ κρίμα τοῦ θεοῦ αὐτῶν, ἐν τῷ ἐξαίρεσθαι ἁμαρτωλοὺς ἀπὸ προσώπου δικαίου,
—
ἀνθρωπάρεσκον λαλοῦντα μόνον μετὰ δόλου.
—
καὶ οἱ ὀφθαλμοὶ αὐτῶν ἐπʼ οἶκον ἀνδρὸς ἐν εὐσταθίᾳ, ὡς ὄφις, διαλῦσαι σοφίαν ἀλλήλων ἐν λόγοις παρανόμων.
—
οἱ λόγοι αὐτοῦ παραλογισμοί, εἰς πρᾶξιν ἐπιθυμίας ἀδίκων.
—
οὐκ ἀπέστη ἕως ἐνίκησεν σκορπίσαι ὡς ἐν ἀρφανίᾳ, καὶ ἠρήμωσεν οἶκον ἕνεκεν ἐπιθυμίας παρανόμου.
—
παρελογίσατο ἐν λόγοις ὅτι οὐκ ἔστιν ὁρῶν καὶ κρίναων,
—
ἐπλήσθη ἐν παρανομίᾳ ἐν ταύτῃ· καὶ οἱ ὀφθαλμοὶ αὐτοῦ ἐπ οἶκον ἕτερον ὀλοθρεῦσαι ἐν λόγοις ἀναπτερῶσεαος· οὐκ ἐμπίπλαται ἡ ψυχὴ αὐτοῦ, ὡς ἅδης, ἐν πᾶσι τούτοις
—
γένοιτο, Κύριε, ἡ μερὶς αὐτοῦ ἐν ἀτιμίᾳ ἐνώπιόν σου, ἡ ἔξοδος αὐτοῦ ἐν στεναγμοῖς καὶ ἡ εἴσοδος αὐτοῦ ἐν ἀρῷ·
—
ἐν ὀδύναις καὶ πενίᾳ καὶ ἀπορίᾳ ἡ ζωὴ αὐτοῦ, Κύριε. ὁ ὕπνος αὐτοῦ ἐυ λύπαις καὶ ἡ ἐξέγερσις αὐτοῦ ἐυ ἀπορίαις·
—
ἀφαιρεθείη ὕπνος ἀπὸ κροτάφων αὐτοῦ ἐν νυκτί, ἀποπέσοιεν ἀπὸ παντὸς ἔργου χειρῶν αὐτοῦ·
—
καὶ ἐλλιπὴς ὁ οἶκος αὐτοῦ ἀπὸ παντὸς οὗ ἐμπλήσει ψυχὴν αὐτοῦ,
—
ἐν μονίᾳ ἀτεκνίας τὸ γῆρας αὐτοῦ εἰς ἀνάλημψιν.
—
σκορπισθείησαν σάρκες ἀνθρωπαρέσκων ὑπὸ θηρίων, καὶ ὀστᾶ παρανόμων κατέναντι τοῦ ἡλίου ἐν ἀτιμίᾳ.
—
ὀφθαλμοὺς ἐκκόψαισαν κόρακες ὑποκρινομέναοον,
—
ὅτι ἠρήμωσεν οἴκους πολλοὺς ἀνθρώπαων ἐν ἀτιμί·ι καὶ ἐσκόρπισεν ἐπιθυμίᾳ.
—
καὶ οὐκ ἐμνήσθησαν θεοῦ, καὶ οὐκ ἐφοβήθησαν τὸν θεὸν ἐν ἄπασι τούτοις.
—
καὶ παρώργισαν τὸν θεόν, καὶ παρώξυναν ἐξᾶραι αὐτοὺς ἀπὸ τῆς γῆς· ὅτι ψυχὰς ἀκάκων παραλογισμῷ ὑπεκρίνοντο.
—
μακάριοι οἱ φοβούμενοι τὸν κύριον ἐν ἀκακίᾳ αὐτῶν·
—
καὶ ὁ κύριος άύσεται αὐτοὺς ἀπὸ ἀνθρώπων δολίων κιὶ ἁμαρτωλῶν· καὶ βύσεται ἡμᾶς ἀπὸ παντὸς σκανδάλου παρανόμου.
—
ἐξάραι ὁ θεὸς τοὺς ποιοῦντας ἐν ὑπερηφανίᾳ πᾶσαν ἀδικίαν, ὅτι κριτὴς μέγας καὶ κραταιὸς Κύριος ὁ θεὸς ἡμῶν ἐν δι. καιοσύνῃ.
—
γένοιτο, Κύριε, τὸ ἔλεός σου ἐπὶ πάντας τοὺς ἀγαπῶντάς σε.
—