Skip to content

Parallel

Psalms of Solomon 1

Swete's Septuagint · Berean Standard Bible

1:1
ΕΒΟΗΣΑ πρὸς Κύριον ἐν τῷ θλίβεσθαί με εἰς τέλος, πρὸς τὸν θεὸν ἐν τῷ ἐπιθέσθαι ἁμαρτωλούς.
1:2
ἐξάπινα ἠκούσθη κραυγὴ πολέμου ἐνώπιόν μου· ἐπακούσεταί μου, ὅτι ἐπλήσθην δικαιοσύνης.
1:3
ἐλογισάμην ἐν καρδίᾳ μου ὅτι ἐπλήσθην δικαιοσύνης, ἐν τῷ εὐθηνῆσαί με καὶ πολλὴν γενέσθαι ἐν τέκνοις.
1:4
ὁ πλοῦτος αὐτῶν διεδόθη εἰς πᾶσαν τὴν γῆν, καὶ ἡ δόξα αὐτῶν ἕως ἐσχάτου τῆς γῆς.
1:5
ὑψώθησαν ἕως τῶν ἄστρων, εἶπαν Οὐ μὴ πέσωσιν·
1:6
καὶ ἐξύβρισαν ἐν τοῖς ἀγαθοῖς αὐτῶν. καὶ οὐκ ἤνεγκαν.
1:7
αἱ ἁμαρτίαι αὐτῶν ἐν ἀποκρύφοις, καὶ ἐγὼ οὐκ ᾔδειν·
1:8
αἱ ἀνομίαι αὐτῶν ὑπέρ τὰ πρὸ αὐτῶν ἔθνη, ἐβεβήλωσαν τὰ ἅγια Κυρίου ἐν βεβηλώσει.