Parallel
1 Esdras 9
Swete's Septuagint · Berean Standard Bible
καὶ αὐλισθεὶς ἐκεῖ ἄρτου οὐκ ἐγεύσατο οὐδὲ ὕδωρ ἔπιεν, πενθῶν ὑπὲρ τῶν ἀνομιῶν τῶν μεγάλων τοῦ πλήθους.
—
καὶ ἐγένετο κήρυγμα ἐν ὁλῃ τῇ Ἰουδαίᾳ καὶ Ἰερουσαλὴμ πᾶσι τοῖς ἐκ τῆς αἰχμαλωσίας, συναχθῆναι εἰς Ἰερουσαλήμ·
—
καἰ ὅσοι ἅν μὴ ἀπαντἠσουσιν ἐν δυσὶν ἢ τρισὶν ἡμέραις κατὰ τὸ κρίμα τῶν προκαθημένων πρεσβυτέρων, ἀνιερωθήσονται τὰ κτήνη αὐτῶν, καὶ αὐτὸς ἀλλοτριωθήσεται ἀπὸ τοῦ πλήθους τῆς αἰχμαλωσίας.
—
Καὶ ἐπισυνήχθησαν οἱ ἐκ τῆς φυλῆς Ἰούδα καὶ Βενιαμεὶν ἐν τρισὶν ἡμέραις εἰς Ἰερουσαλήμ· οὗτος ὁ μὴν ἔνατος τῇ εἰκάδι τοῦ μηνός.
—
καὶ ἀναστὰς Ἐσρας εἶπεν αὐτοῖς Ὑμεῖς ἠνομήσατε καὶ συνοικήσατε γυναιξὶν ἀλλογενέσιν, προσθεῖναι ἁμαρτίαν τῷ Ἰσραήλ.
—
ἀλλὰ τὸ πλῆθος πολὺ καὶ ὥρα χειμερινή, καὶ οὐκ ἰσχύσομεν στῆναι αἴθριοι καὶ οὐχ εὕρομεν· καὶ τὸ ἔργον ἡμῖν οὐκ ἔστιν ἡμέρας μιᾶς οὐδὲ δύο, ἐπὶ πλεῖον γὰρ ἡμάρτομεν ἐν τούτοις.
—
στήτωσαν δὲ οἱ προηγούμενοι τοῦ πλήθους, καὶ πάντες οἱ ἐκ τῶν κατοικιῶν ἡμῶν ὅσοι ἔχουσιν γυναῖκας ἀλλογενεῖς (13)παραγενηθήτωσαν λαβόντες χρόνον·
—
ἑκάστου τόπου τοὺς πρεσβυτέρους καὶ τοὺς κριτάς, ἕως τοῦ λῦσαι τὴν ὀργὴν Κυρίου ἀφʼ ἡμῶν τοῦ πράγματος τούτου.
—
Ἰνάθας Ἀζαήλου καὶ Ἑζείας Θοκάνου ἐπεδέξαντο κατὰ ταῦτα, καὶ Μοσόλλαμος καὶ Λευεὶς καὶ Σαββαταῖος συνεβράβευσαν αὐτοῖς.
—
Καὶ ἐπελέξατο αὐτῷ Ἐσρας ὁ ἱερεὺς ἄνδρας ἡγουμένους τῶν πατριῶν αὐτῶν πάντας κατʼ ὄνομα, καὶ συνεκλείσθησαν τῇ νουμηνίᾳ τοῦ μηνὸς τοῦ δεκάτου ἐτάσαι τὸ πρᾶγμα.
—
καὶ ἤχθη ἐπὶ πέρας τὰ κατὰ τοὺς ἄνδρας τοὺς ἐπισυναχθέντας γυναῖκας ἀλλογενεῖς ἕως τῆς νουμηνίας τοῦ πρώτου μηνός.
—
ἐκ τῶν υἱῶν Ἰησοῦ τοῦ Ἰωσεδὲκ καὶ τῶν ἀδελφῶν αὐτοῦ Μαεήλας καὶ Ἐλεάζαρος καὶ Ἰώριβος καὶ Ἰώδανος·
—
καὶ ἐπέβαλον τὰς χεῖρας ἐκβαλεῖν τὰς γυναῖκας αὐτῶν, καὶ εἰς ἐξιλασμὸν κριοὺς ὑπέρ τῆς ἀγνοίας αὐτῶν·
—
καὶ ἐκ τῶν υἱῶν Φαισούρ, Ἐλιωναίς, Ἀσσείας, Ἰσμάηλος καὶ Ναθαναῆλος καὶ Ὠκαίληδος καὶ Σάλθας·
—
καὶ ἐκ τῶν Λευειτῶν, Ἰώζαβδος καὶ Σενσεὶς καὶ Κῶνος, οὗτος Καλειταίς, καὶ Παθαῖος· καὶ Ὠούδας καὶ Ἰωανᾶς,
—
ἐκ τοῦ Ἰσραὴλ ἐκ τῶν υἱῶν Φορός, Ἰερμὰ καὶ Ἰεζείας καὶ Μελχείας καὶ Μίληλος καὶ Ἐλεάζαρος καὶ Ἁσεβείας καὶ Βανναίας·
—
καὶ ἐκ τῶν υἱῶν Ἀδδείν, Λάθος καὶ Μοοσσείας, Λακκοῦνος καὶ Ναῖδος, καὶ Βεσκασπασμὺς καὶ Σεσθὴλ καὶ Βαλνοῦς καὶ Μανασσήας·
—
καὶ ἐκ τῶν υἱῶν Ἁσόμ, Μαλτανναῖος καὶ Ματταθίας καὶ Σαβανναιοῦς καὶ Ἐλειφαλὰτ καὶ Μανασσὴ καὶ Σεμεεί·
—
καὶ ἐκ τῶν υἱῶν Βαανεί, Ἰερεμίας, Μομδεῖος, Μάηρος, Ἰουνά, Μαμδαὶ καὶ Πεδίας καὶ Ἀνως, Καραβασειὼν καὶ Ἐνάσειβος καὶ Μαμτάναιμος, Ἐλιασείς, Βαννούς, Ἐδιαλείς, Σομεείς, Σελεμίας, Ναθανίας· καὶ ἐκ τῶν υἱῶν Ἐζωρά, Σεσεἰς, Ἐζρεἰλ, Ἀζάηλος, Σάματος. Ζαμβρεί, Φόσηπος·
—
Καὶ κατῴκησαν οἱ ἱερεῖς καὶ οἱ Λευεῖται καὶ οἱ ἐκ τοῦ Ἰσραὴλ ἐν Ἰερουσαλὴμ καὶ ἐν τῇ χώρᾳ τῇ νουμηνίᾳ τοῦ ἑβδόμου μηνός, καὶ οἱ υἱοὶ Ἰσραὴλ ἐν ταῖς κατοικίαις αὐτῶν.
—
καὶ εἶπεν Ἐσρᾳ τῷ ἱερεῖ καὶ ἀναγνώστῃ κομίσαι τὸν νόμον Μωσέως τὸν παραδοθέντα ὑπὸ τοῦ θεοῦ Ἰσραήλ.
—
καὶ ἐκόμισεν Ἔσρας ὁ ἀρχιερεὺς τὸν νόμον παντὶ τῷ πλήθει ἀπὸ ἀνθρώπου ἕως γυναικὸς καὶ πᾶσιν τοῖς ἱερεῦσι, ἀκοῦσαι τὸν νόμον, νουμηνίᾳ τοῦ ἑβδόμου μηνός·
—
καὶ ἀνεγίνωσκεν ἐν τῷ πρὸ τοῦ ἱεροῦ πυλῶνος εὐρυχώρου ἀπὸ ὄρθρου ἕως μεσημβρινοῦ ἐνώπιον τῶν ἀνδρῶν καὶ γυναικῶν· καὶ ἐπέδωκαν πάντα τὸν νοῦν εἰς τὸν νόμον.
—
καὶ ἔστη Ἔσρας ὁ ἱερεὺς καὶ ἀναγνώστης τοῦ νόμου ἐπὶ τοῦ ξυλίνοῦ νοῦ βήματος τοῦ κατασ κευασθέντος·
—
καὶ ἐν τῷ λῦσαι τὸν νόμον πάντες ὀρθοὶ ἔστησαν· καὶ εὐλόγησεν Ἀζαρίας τῷ ὑψίστῳ θεῷ Παντοκράτορι,
—
καὶ ἐφώνησεν πᾶν τὸ πλῆθος Ἀμήν, ἀμήν· καὶ ἄραντες ἄνω τὰς χεῖρας προσπεσόντες ἐπὶ τὴν γῆν προσεκύνησαν τῷ θεῷ.
—
Ἰησοῦς καὶ Ἀννιοὺθ καὶ Σαραβίας, Ἰάδεινος, Ἰαρσούβοος, Ἀβταῖος, Αὑταίας, Μαιάννας καὶ Καλείτας, Ἀζαρίας, Κατέθζαβδος, Ἅννιας, Φαλίας, οἱ Λευεῖται, (49)ἐδίδασκον τὸν νόμον Κυρίου, καὶ πρὸς τὸ πλῆθος ἀνεγίνωσκον τὸν νόμον τοῖ κυρίου, ἐμφυσιοῦντες ἅμα τὴν ἀνάγνωσιν.
—
Καὶ εἶπεν Ἀτταρατὴ Ἔσρᾳ τῷ ἀρχιερεῖ καὶ ἀναγνώστῃ καὶ τοῖς Λευείταις τοῖς διδάσκουσι τὸ πλῆθος ἐπὶ πάντας
—
καὶ ᾤχοντο πάντες φαγεῖν καὶ πιεῖν καὶ εὐφραίνεσθαι, καὶ δοῦναι ἀποστολὰς τοῖς μὴ ἔχουσιν, καὶ εὐφρανθῆναι μεγάλως·
—