Skip to content

Parallel

1 Esdras 8

Swete's Septuagint · Berean Standard Bible

8:1
Καὶ μεταγενέστερος τούτων ἐστίν, βασιλεύοντος Ἀρταξέρξου τοῦ βασιλέως Περσῶν, προσέβη Ἔσρας Ἀζαραίου τοῦ Ζεχρίου τοῦ Χελκείου τοῦ Σαλήμου
8:2
τοῦ Σαδδουλούκου τοῦ Ἀχειτὼβ τοῦ Ἀμαρθείου τοῦ Ὀζείου τοῦ Βοκκὰ τοῦ Ἀβεισαὶ τοῦ Φεινεὲς τοῦ Ἐλεαζὰρ τοῦ Ἀαρὼν τοῦ πρώτου ἱερέως.
8:3
οὗτος Ἔσρας ἀνέβη ἐκ Βαβυλῶνος ὡς γραμματεὺς εὐφυὴς ὢν ἐν τῷ Μωυσέως νόμῳ τῷ ἐκδεδομένῳ ὑπὸ τοῦ θεοῦ τοῦ Ἰσραήλ,
8:4
καὶ ἔδωκεν αὐτῷ ὁ βασιλεὺς δόξαν, εὑρόντος χάριν ἐναντίον αὐτοῦ ἐπὶ πάντα τὰ ἀξιώματα αὐτοῦ.
8:5
καὶ συνανέβησαν ἐκ τῶν υἱῶν Ἰσραὴλ καὶ τῶν ἱερέων καὶ Λευειτῶν καὶ ἱεροψαλτῶν καὶ θυρωρῶν καὶ ἱεροδούλων εἰς Ἰερουσαλήμ,
8:6
ἔτους ἑβδόμου βασιλεύοντος Ἀρταξέρξου ἐν τῷ πέμπτῳ μηνί· οὗτος ἐνιαυτὸς ὁ δεύτερος βασιλεῖ· ἐξελθόντος γὰρ ἐκ Βαβυλῶνος τῇ νουμηνίᾳ τοῦ πρώτου μηνὸς (⁷)παρεγένοντο εἰς Ἰερουσαλὴμ κατὰ τὴν δοθεῖσαν αὐτοῖς εὐοδίαν παρὰ τοῦ κυρίου ἐπʼ αὐτῷ.
8:7
ὁ γὰρ Ἀψάρος πολλὴν ἐπιστήμην περιεῖχεν, εἰς τὸ μηδὲν παραλείπειν τῶν ἐκ τοῦ νόμου Κυρίου καὶ ἐκ τῶν ἐντολῶν πάντα τὸν Ἰσραήλ, δικαιώματα καὶ κρίματα.
8:8
Προσπεσόντος παρὰ Ἀρταξέρξου βασιλέως πρὸς Ἔσραν τὸν ἱερέα καὶ ἀναγνώστην τοῦ νόμου Κυρίου, οὗ ἐστιν ἀντίγραφον τὸ ὑποκείμενον
8:9
Βασιλεὺς Ἀρταξέρξης Ἔσρᾳ τῷ ἱερεῖ καὶ ἀναγνώστῃ τοῦ νόμου Κυρίου χαίρειν.
καὶ τὰ φιλάνθρωπα ἐγὼ κρίνας προσέταξα τοὺς βουλομένους ἐκ τοῦ ἔθνους τῶν Ἰουδαίων αἱρετίζοντας καὶ τῶν ἱερέων καὶ τῶν Λευειτῶν καὶ τῶνδε ἐν τῇ ἡμετέρᾳ βασιλείᾳ συμπορεύεσθαί σοι εἰς Ἰερουσαλήμ.
ὅσοι οὖν ἐνθυμοῦνται, συνεξορμάσθωσαν, καθάπερ δέδοκται ἐμοί τε καὶ τοῖς ἑπτὰ φίλοις συμβουλευταῖς·
ὅπως ἐπισκέψωνται κατὰ τὴν Ἰουδαίαν καὶ κατὰ Ἰερουσαλὴμ ἀκολούθως ᾧ ἔχει νόμῳ Κυρίου,
καὶ ἀπενεγκεῖν δῶρα τῷ κυρίῳ ἃ ηὐξάμην ἐγώ τε καὶ οἱ φίλοι εἰς Ἰερουσαλήμ, καὶ πᾶν χρυσίον καὶ ἀργύριον ὃ ἐὰν εὑρεθῇ ἐν τῇ χώρᾳ τῆς Βαβυλωνίας τῷ κυρίῳ εἰς Ἰερουσαλὴμ (¹⁵)σὺν τῷ δεδωρημένῳ ὑπὸ τοῦ ἔθνους εἰς τὸ ἱερὸν τοῦ κυρίου αὐτῶν τὸ ἐν Ἰερουσαλὴμ
συναχθῆναι, τό τε χρυσίον καὶ ἀργύριον εἰς ταύρους καὶ κριοὺς καὶ ἄρνας καὶ τὰ τούτοις ἀκόλουθα,
ὥστε προσενεγκεῖν θυσίας ἐπὶ τὸ θυσιαστήριον τοῦ κυρίου αὐτῶν τὸ ἐν Ἰερουσαλήμ.
καὶ πάντα ὅσα ἂν βούλῃ μετὰ τῶν ἀδελφῶν σου ποιῆσαι χρυσίῳ καὶ ἀργυρίῳ, ἐπιτέλει κατὰ τὸ θέλημα τοῦ θεοῦ σου·
καὶ κατὰ τὰ ἱερὰ σκεύη σου τὰ διδόμενα εἰς τὴν χρείαν τοῦ ἱεροῦ τοῦ θεοῦ σου τοῦ ἐν Ἰερουσαλήμ. (19)καὶ τὰ λοιπὰ ὅσα ἂν ὑποπίπτῃ σοι εἰς τὴν χρείαν τοῦ ἱεροῦ τοῦ θεοῦ σου
δώσεις ἐκ τοῦ βασιλικοῦ γαζοφυλακίου.
καὶ ἐγὼ ἰδοὺ Ἀρταξέρξης ὁ βασιλεὺς προσέταξα τοῖς γαζοφύλαξι Συρίας καὶ Φοινίκης, ἵνα ὅσα ἂν ἀποστείλῃ Ἔσδρας ὁ ἱερεὺς καὶ ἀναγνώστης τοῦ νόμου τοῦ θεοῦ τοῦ ὑψίστου ἐπιμελῶς διδῶσιν αὐτῷ ἕως ἀργυρίου ταλάντων ἑκατόν,
ὁμοίως δὲ καὶ ἕως πυροῦ κόρων ἑκατὸν καὶ οἴνου μετρητῶν ἑκατόν.
κατὰ τὸν τοῦ θεοῦ νόμον ἐπιτελεσθήτω τῷ θεῷ τῷ ὑψίστῳ, ἕνεκα τοῦ μὴ γενέσθαι ὀργὴν εἰς τὴν βασιλείαν τοῦ βασιλέως καὶ τῶν υἱῶν.
καὶ ὑμῖν δὲ λέγεται ὅπως πᾶσι τοῖς ἱερεῦσιν καὶ τοῖς Λευείταις καὶ ἱεροψάλταις καὶ θυρωροῖς καὶ ἱεροδούλοις καὶ πραγματικοῖς τοῦ ἱεροῦ τούτου (25)μηδεμία φορολογία μηδὲ ἄλλη ἐπιβουλὴ γίνηται, μηδένα ἔχειν ἐξουσίαν ἐπιβαλεῖν τούτοις.
καὶ σύ, Ἔσρα, κατὰ τὴν σοφίαν τοῦ θεοῦ ἀνάδειξον κριτὰς καὶ δικαστάς, ὅπως δικάζωσιν ἐν ὅλη Συρίᾳ καὶ Φοινίκῃ πάντας τοὺς ἐπισταμένους τὸν νόμον τοῦ θεοῦ σου· καὶ τοὺς μὴ ἐπισταμένους διδάξεις.
καὶ πάντες ὅσοι ἐὰν παραβαίνωσι καὶ τὸν νόμον τοῦ θεοῦ σου καὶ τοῦ βασιλικοῦ ἐπιμελῶς κολασθήσονται, ἐάν τε καὶ θανάτῳ ἐάν τε καὶ τιμωρίᾳ, μὴ ἀργυρίῳ ζημίᾳ ἢ ἀπαγωγῇ.
εὐλογητὸς μόνος ὁ κύριος ὁ δοὺς ταῦτα εἰς τὴν καρδίαν μου τοῦ βασιλέως, δοξάσαι τὸν οἶκον αὐτοῦ τὸν ἐν Ἰερουσαλήμ.
καὶ ἐμέ ἐτίμησεν ἔναντι τῶν βασιλευόντων καὶ πάντων τῶν φίλων καὶ μεγιστάνων αὐτοῦ.
καὶ ἐγὼ εὐθαρσὴς ἐγενόμην κατὰ τὴν ἀντίλημψιν Κυρίου θεοῦ μου, καὶ συνήγαγον ἐκ τοῦ Ἰσραὴλ ἄνδρας ὥστε συναναβῆναί μοι.
Καὶ οὗτοι οἱ προηγούμενοι κατὰ τὰς πατριὰς αὐτῶν καὶ τὰς μεριδαρχίας, οἱ ἀναβάντες μετʼ ἐμοῦ ἐκ Βαβυλῶνος ἐν τῇ βασιλείᾳ Ἀρταξέρξου τοῦ βασιλέως.
ἐκ τῶν υἱῶν Φορός, Γαροσότομος· ἐκ τῶν υἱῶν Ἰεταμάρου, Γάμηλος· τῶν υἱῶν Δαυείδ,
Φαρές, Ζαχαρίας. καὶ μετʼ αὐτοῦ ἀπὸ γραφῆς ἄνδρες ἑκατὸν πεντήκοντα·
ἐκ τῶν Μααθμωάβ, Ἐλιαλωνίας Ζαραίου, καὶ μετʼ αὐτοῦ ἄνδρες διακόσιοι·
ἐκ τῶν υἱῶν Ζαθοής, Εἰεχονίας Ἰεθήλου, καὶ μετʼ αὐτοῦ ἄνδρες διακόσιοι· τῶν υἱῶν Ἀδείν, Οὐβὴν Ἰωνάθου, καὶ μετʼ αὐτοῦ ἄνδρες διακόσιοι πεντήκοντα·
ἐκ τῶν υἱῶν Λάμ, Ἐσίας Γοθολίου, καὶ μετʼ αὐτοῦ ἄνδρες ἑβδομήκοντα·
ἐκ τῶν υἱῶν Σοφοτίου, Ζαραίος Μειχαήλου, καὶ μετʼ αὐτοῦ ἄνδρες ἑβδομήκοντα·
ἐκ τῶν υἱῶν Ἰωάβ, Ἀβαδίας Ἰεζήλου, καὶ μετʼ αὐτοῦ ἄνδρες διακόσιοι δέκα δύο·
ἐκ τῶν υἱῶν Βανιάς, Σαλειμὼθ Ἰωσαφίου, καὶ μετʼ αὐτοῦ ἄνδρες ἑκατὸν ἐξήκοντα·
ἐκ τῶν Βαιήρ, Ζαχαριαὶ Βημαί, καὶ μετʼ αὐτοῦ ἄνδρες εἵκοσι ὀκτώ·
υἱοὶ Ἀστάθ, Ἰωάνης Ἀκατάν, καὶ μετʼ αὐτοῦ ἄνδρες ἑκατὸν δέκα·
ἐκ τῶν υἱῶν Ἀδωνιακαὶμ οἱ ἔσχατοι, καὶ ταῦτα τὰ ὀνόματα αὐτῶν· Ἐλειφάλα τοῦ Γεουὴλ καὶ Σαμαίας, καὶ μετʼ αὐτῶν ἄνδρες ἑβδομήκοντα·
ἐκ τῶν υἱῶν Βαναὶ Οὐτοὺ Ἰστακάλκου, καὶ μετʼ αὐτοῦ ἄνδρες ἑβδομήκοντα.
Καὶ > συναγαγὼν αὐτοὺς ἐπὶ τὸν λεγόμενον Ποταμόν, καὶ παρενεβάλομεν αὐτόθι ἡμέρας τρεῖς, καὶ κατέμαθον αὐτούς.
καὶ ἐκ τῶν ἱερέων καὶ ἐκ τῶν Λευειτῶν οὐχ εὑρὼν ἐκεῖ
ἀπέστειλα πρὸς Ἐλεάζαρον καὶ Ἰδούηλον καὶ Μαασμᾶν καὶ Ἐναατὰν καὶ Σαμαίαν καὶ Ἰώριβον, Ναθάν, Ἐννατάν, Ζαχαρίαν καὶ Μεσολαβών, τοὺς ἡγουμένους καὶ ἐπιστήμονας,
καὶ εἶπα αὐτοῖς ἐλθεῖν πρὸς Λααδαῖον τὸν ἡγούμενον τὸν ἐν τῷ τόπῳ γαζοφυλακίου,
ἐντειλάμενος αὐτοῖς διαλεγῆναι Λοδαίῳ καὶ τοῖς ἀδελφοῖς αὐτοῦ καὶ τοῖς ἐν τῷ τόπῳ γαζοφύλαξιν ἀποστεῖλαι ἡμῖν τοὺς ἱερατεύσαντας ἐν τῷ οἴκῳ τοῦ κυρίου ἡμῶν,
ἄνδρα ἐπιστήμονα, τῶν υἱῶν Μοολεὶ τοῦ Λευεὶ τοῦ Ἰσραὴλ Ἀσεβηβίαν, καὶ τοὺς υἱοὺς καὶ τοὺς ἀδελφοὺς δέκα·
οἱ ἐκ τῶν υἱῶν Χανουναίου καὶ οἱ υἱοὶ αὐτῶν, εἵκοσι ἄνδρες·
καὶ ἐκ τῶν ἱεροδούλων ὧν ἔδωκεν Δαυείδ, καὶ οἱ ήγούμενοι εἰς τὴν ἐργασίαν τῶν Λευειτῶν, ἱερόδουλοι, διακόσιοι εἴκοσι· πάντων ἐσημάνθη ὀνοματογραφία.
καὶ εὐξάμην ἐκεῖ νηστείαν τοῖς νεανίσκοις ἔναντι κυρίου ἡμῶν,
ζητῆσαι παρʼ αὐτοῦ εὐοδίαν ἡμῖν τε καὶ τοῖς τέκνοις ἡμῶν καὶ κτήνεσιν.
ἐνετράπην γὰρ ἱππεῖς καὶ πεζοὺς προπομπὴν ἕνεκεν ἀσφαλείας τῆς πρὸς τοὺς ἐναντίους ἡμῖν.
εἴπαμεν γὰρ τῷ βασιλεῖ ὅτι Ἰσχὺς τοῦ κυρίου ἡμῶν ἔσται μετὰ τῶν ἐπιζητούντων αὐτὸν εἰς πᾶσαν ἐπανόρθωσιν.
καὶ πάλιν ἐδεήθημεν τοῦ κυρίου ἡμῶν πάντα ταῦτα, καὶ ἐτύχομεν εὐιλάτου.
καὶ ἐχώρισα τῶν φυλάρχων τῶν ἱερέων ἄνδρας δέκα δύο, καὶ Ἐσερεβίαν καὶ Ἀσσαμίαν, καὶ μετʼ αὐτῶν ἐκ τῶν ἀδελφῶν αὐτῶν ἄνδρας δέκα.
καὶ ἔστησα αὐτοῖς τὸ ἀργύριον καὶ τὸ χρυσίον καὶ τὰ ἱερὰ σκεύη τοῦ οἴκου τοῦ κυρίου ἡμῶν· οὕτως ἐδωρήσατο ὁ βασιλεὺς καὶ οἱ σύμβουλοι αὐτοῦ καὶ μεγιστᾶνες καὶ πᾶς Ἰσραήλ.
καὶ παρέδωκεν αὐτοῖς στήσας τάλαντα ἀργυρίου ἑξακόσια πεντήκοντα, καὶ σκεύη ἀργυρᾶ ταλάντων ἑκατόν, καὶ χρυσίου ταλάντων ἑκατόν, (58)χρυσώματα εἴκοσι, καὶ σκεύη χαλκᾶ ἀπὸ χαλκοῦ χρηστοῦ στίλβοντα σκεύη δέκα.
καὶ εἶπα αὐτοῖς Καὶ ὑμεῖς ἅγιοί ἐστε τῷ κυρίῳ, καὶ τὰ σκεύη τὰ ἅγια καὶ τὸ ἀργύριον καὶ τὸ χρυσίον εὐχὴ τῷ κυρίῳ, κυρίῳ τῶν πατέρων ἡμῶν.
ἀγρυπνεῖτε καὶ φυλάσσετε ἕως τοῦ παραδοῦναι αὐτὰ ὑμᾶς τοῖς φυλάρχοις τῶν ἱερέων καὶ τῶν Λευειτῶν καὶ τοῖς ἡγουμένοις τῶν πατριῶν τοῦ Ἰσραὴλ ἐν Ἰερουσαλὴμ ἐν τοῖς παστοφορίοις τοῦ οἵκου τοῦ κυρίου ἡμῶν.
καὶ οἱ παραλαβόντες οἱ ἱερεῖς καὶ οἱ Λευεῖται τὸ ἀργύριον καὶ τὸ χρυσίον καὶ τὰ σκεύη τὰ ἐν Ἰερουσαλὴμ ἤνεγκαν εἰς τὸ ἱερὸν τοῦ κυρίου.
Καὶ ἀναζεύξαντες ἀπὸ τοῦ τόπου Θερὰ τῇ δωδεκάτῃ τοῦ πρώτου μηνὸς ἕως ἤλθοσαν εἰς Ἰερουσαλὴμ κατὰ τὴν κραταιὰν χεῖρα τοῦ κυρίου ἡμῶν τὴν ἐφʼ ἡμῖν· καὶ ἐρύσατο ἡμᾶς ἀπὸ τῆς εἰσόδου ἀπὸ παντὸς ἐχθροῦ· καὶ ἦλθον εἰς Ἰερουσαλήμ.
καὶ γενομένης αὐτόθι ἡμέρας τρίτης, σταθὲν τὸ ἀργύριον καὶ τὸ χρυσίον παρεδόθη ἐν τῷ οἴκῳ Κυρίου Μαρμωθὶ Οὐρεία ἱερεῖ,
καὶ μετʼ αὐτοῦ Ἐλεαζὰρ ὁ τοῦ Φεινεές· καὶ ἦσαν μετʼ αὐτῶν Ἰωσαβεὲς Ἰησοῦς καὶ Μωὲθ Σαβάννου, οἱ Λευεῖται, πρὸς ἀριθμὸν καὶ ὁλκὴν πάντα· (65)καὶ ἐγράφη πᾶσα ἡ ὁλκὴ αὐτῇ τῇ ὥρᾳ.
οἱ δὲ παραγενόμενοι ἐκ τῆς αἰχμαλωσίας προσήνεγκαν θυσίας τῷ θεῷ τοῦ Ἰσραὴλ Κυρίῳ ἐνενήκοντα ἕξ, (67)ἄρνας ἑβδομήκοντα ἕξ, τράγους ὑπὲρ σωτηρίου δέκα δύοἅπαντα θυσίαν τῷ κυρίῳ.
καὶ ἀπέδωκαν τὰ προστάγματα τοῦ βασιλέως τοῖς βασιλικοῖς οἰκονόμοις καὶ τοῖς ἐπάρχοις Συρίας καὶ Φοινίκης, καὶ ἐδόξασαν τὸ ἔθνος καὶ τὸ ἱερὸν τοῦ κυρίου.
Καὶ τούτων τελεσθέντων προσήλθοσάν μοι οἱ ἡγούμενοι λέγοντες
Οὐκ ἐχώρισαν καὶ οἱ ἄρχοντες καὶ οἱ ἱερεῖς καὶ οἱ Λευεῖται (70)καὶ ἀλλογενῆ ἔθνη τῆς γῆς ἀκαθαρσίας αὐτῶν, Χαναναίων καὶ Χετταίων καὶ Φερεζαίων καὶ Ἰεβουσαίων καὶ Μωαβειτῶν καὶ Αἰγυπτίων καὶ Ἰδουμαίων.
συνῴκισάν τινας τῶν θυγατερῶν αὐτῶν, καὶ αὐτοὶ καὶ οἱ υἱοὶ αὐτῶν· καὶ ἐπεμίγη τὸ σπέρμα τὸ ἅγιον εἰς τὰ ἀλλογενῆ ἔθνη τῆς γῆς. καὶ μετεῖχον οἱ προηγούμενοι καὶ οἱ μεγιστᾶνες τῆς ἀνομίας ταύτης ἀπὸ τῆς ἀρχῆς τοῦ πράγματος.
καὶ ἅμα τῷ ἀκοῦσαί με ταῦτα ἔρρηξα τὰ ἱμάτια καὶ τὴν ἱερὰν ἐσθῆτα κατέτεινον τοῦ τριχώματος τῆς κεφαλῆς καὶ τοῦ πώγωνος, καὶ ἐκάθισα σύννους καὶ περίλυπος.
καὶ ἐπισυνήχθησαν πρὸς μὲ ὅσοι ποτέ ἐπεκινοῦντο τῷ ῥήματι Κυρίου τοῦ Ἰσραὴλ ἐμοῦ πενθοῦντος ἐπὶ τῇ ἀνομίᾳ, καὶ ἐκαθήμην περίλυπος ἕως τῆς δειλινῆς θυσίας.
καὶ ἐξεγερθεὶς ἐκ τῆς νηστείας, διερρηγμένα ἔχων τὰ ἱμάτια καὶ τὴν ἱερὰν ἐσθῆτα, κάμψας τὰ γόνατα καὶ ἐκτείνας τὰς χεῖρας πρὸς τὸν κύριον ἔλεγον
Κύριε, ᾔσχυμμαι, ἐντέτραμμαι κατὰ πρόσαωπόν σου.
αἱ γὰρ ἁμαρτίαι ἡμῶν ἐπλεόνασαν ὑπέρ τὰς κεφαλὰς ἡμῶν, αἱ δὲ ἄγνοιαι ἡμῶν ὑπερήνεγκαν ἕως τοῦ οὐρανοῦ
ἀπὸ τῶν χρόνων τῶν πατέρων ἡμῶν, καί ἐσμεν ἐν μεγάλῃ ἁμαρτίᾳ ἕως τῆς ἡμέρας ταύτης.
καὶ διὰ τὰς ἁμαρτίας ἡμῶν καὶ τῶν πατέρων ἡμῶν παρεδόθημεν σὺν τοῖς ἀδελφοῖς ἡμῶν, σὺν τοῖς βασιλεῦσιν ἡμῶν καὶ σὺν τοῖς ἱερεῦσιν ἡμῶν, τοῖς βασιλεῦσιν τῆς γῆς, εἰς ῥομφαίαν καὶ αἰχμαλωσίαν καὶ προνομὴν μετὰ αἰσχύνης μέχρι τῆς σήμερον ἡμέρας.
καὶ νῦν κατὰ πόσον τι ἡμῖν ἐγενήθη ἔλεος παρὰ τοῦ κυρίου Κυρίου, καταλειφθῆναι ἡμῖν ῥίζαν καὶ ὄνομα ἐν τῷ τόπῳ τούτῳ ἁγιάσματος,
καὶ τοῦ ἀνακαλύψαι φωστῆρα ἡμῶν ἐν τῷ οἴκῳ τοῦ κυρίου ἡμῶν, δοῦναι ἡμῖν τροφὴν ἐν τῷ καιρῷ τῆς δουλείας ἡμῶν· (81)καὶ ἐν τῷ δουλεύειν ἡμᾶς οὐκ ἐνκατελείφθημεν ὑπὸ τοῦ κυρίου ἡμῶν,
ἀλλὰ ἐποίησεν ἡμᾶς ἐν χάριτι ἐνώπιον τῶν βασιλέων Περσῶν, δοῦναι ἡμῖν τροφὴν
καὶ δοξάσαι τὸ ἱερὸν ἡμῶν καὶ ἐγεῖραι τὴν ἔρημον Σειών, δοῦναι ἡμῖν στερέωμα ἐν τῇ Ἰουδαίᾳ καὶ Ἰερουσαλήμ.
καὶ νῦν τί ἐροῦμεν, Κύριε. ἔχοντες αὐτά; παρέβησαν τὰ προστάγματά σου ἃ ἔδωκας ἐν χειρὶ τῶν παίδων σου τῶν προφητῶν (84) λέγων
ὅτι Ἡ γῆ εἰς ἣν εἰσέρχεσθε κληρονομῆσαι, ἔστιν γῆ μεμολυσμένη μολυσμῷ τῶν ἀλλογενῶν ῆς γῆς, καὶ τῆς ἀκαθαρσίας αὐτῶν ἐνέπλησαν αὐτήν·
καὶ νῦν τὰς θυγατέρας ὑμῶν μὴ συνοικίσητε τοῖς υἱοῖς αὐτῶν, καὶ τὰς θυγατέρας αὐτῶν μὴ λάβητε τοῖς υἱοῖς ὑμῶν,
καὶ οὐ ζητήσετε εἰρηνεῦσαι τὰ πρὸς αὐτοὺς τὸν ἅπαντα χρόνον, ἵνα ἰσχύσαντες φάγητε τὰ ἀγαθὰ τῆς γῆς καὶ κατακληρονομήσητε τοῖς υἱοῖς ὑμῶν ἕως αἰῶνος.
καὶ τὰ συμβαίνοντα πάντα ἡμῖν γίνεται διὰ τὰ ἔργα ἡμῶν τὰ πονηρὰ καὶ τὰς μεγάλας ἁμαρτίας. σύ γάρ, Κύριε, ὁ κουφίσας τὰς ἁμαρτίας ἡμῶν,
ἔδωκας ἡμῖν τοιαύτην ῥίζαν· πάλιν ἀνεκάμψαμεν παραβῆναι τὸν νόμον σου εἰς τὸ ἐπιμιγῆναι τῇ ἀκαθαρσίᾳ τῶν ἐθνῶν τῆς γῆς.
οὐχὶ ὠργίσθης ἡμῖν ἀπολέσαι ἡμᾶς ἕως τοῦ μὴ καταλιπεῖν ῥίζαν καὶ σπέρμα καὶ ὄνομα ἡμῶν.
κύριε τοῦ Ἰσραήλ, ἀληθινὸς εἶ· κατελείφθημεν γὰρ ῥίζα ἐν τῇ σήμερον.
ἰδού ἐσμεν ἐνώπιόν σου ἐν ταῖς ἀνομίαις ἡμῶν· οὐ γὰρ ἔστιν στῆναι ἔτι ἔμπροσθέν σου ἐπὶ τούτοις.
Καὶ ὅτε προσευχόμενος Ἔσρας ἀνθωμολογεῖτο κλαίων χαμαιπετὴς ἔμπροσθεν τοῦ ἱεροῦ, ἐπισυνήχθησαν πρὸς αὐτὸν ἀπὸ Ἰερουσαλὴμ ὄχλος πολὺς σφόδρα, ἄνδρες καὶ γυναῖκες, νεανίαι· κλαυθμὸς γὰρ ἦν μέγας ἐν τῷ πλήθει
καὶ φωνήσας Ἰεχονίας Ἰεήλου τῶν υἱῶν Ἰσραὴλ εἶπεν Ἐσρᾳ Ἡμεῖς ἡμάρτομεν εἰς τὸν κύριον· καὶ κατῴκησαν γυναῖκες ἀλλογενεῖς ἐκ τῶν ἐθνῶν τῆς γῆς· (94)καὶ νῦν ἐστιν ἐπάνω πᾶς Ἰσραήλ.
ἐν τούτῳ γενέσθω ἡμῖν ὀρκωμοσία πρὸς τὸν κύριον, ἐκβαλεῖν πάσας τὰς γυναῖκας ἡμῶν τὰς ἐκ τῶν ἀλλογενῶν σὺν τοῖς τέκνοις αὐτῶν, (95)ὡς ἐκρίθη σοι, καὶ ὅσοι πειθαρχήσουσιν τοῦ νόμου τοῦ κυρίου.
ἀναστὰς ἐπιτέλει· (96)πρὸς σὲ γὰρ τὸ πρᾶγμα, καὶ ἡμεῖς μετὰ σοῦ ἰσχὺν ποιεῖν.
καὶ ἀναστὰς Ἔσρας ὥρκισεν τοὺς φυλάρχους τῶν ἱερέων καὶ τῶν Λευειτῶν παντὸς τοῦ Ἰσραὴλ ποιῆσαι κατὰ ταῦτα, καὶ ὤμοσαν.