Skip to content

Parallel

1 Esdras 7

Swete's Septuagint · Berean Standard Bible

7:1
Τότε Σισίννης ἔπαρχος κοίλης Συρίας καὶ Φοινίκης καὶ Σαθραβουζάνης καὶ οἱ συνέταιροι, κατακολουθήσαντες τοῖς ὑπὸ τοῦ βασιλέως Δαρείου προσταγεῖσιν,
—
7:2
ἐπεστάτουν τῶν ἱερῶν ἔργων ἐπιμελέστερον συνεργοῦντες τοῖς πρεσβυτέροις τῶν Ἰουδαίων καὶ ἱεροστάταις.
—
7:3
καὶ εὔοδα ἐγίνετο πὰ ἱερὰ ἔργα,(προφητευόντων Ἀγγαίου καὶ Ζαχαρίου τῶν προφητῶν·
—
7:4
καὶ συνετέλεσαν ταῦτα διὰ προστάγματος τοῦ κυρίου θεοῦ Ἰσραήλ, καὶ μετὰ τῆς γνώμης τοῦ Κύρου καὶ Δαρείου καὶ Ἀρταξέρξου βασιλέως Περσῶν.
—
7:5
συνετελέσθη ὁ οἶκος ἕως τρίτης καὶ εἰκάδος μηνὸς Ἄδὰρ τοῦ ἕκτου ἔτους βασιλέως Δαρείου.
—
7:6
καὶ ἐποίησαν οἱ υἱοὶ Ἰσραὴλ καὶ οἱ ἱερεῖς καὶ οἱ Λευεῖται καὶ οἱ λοιποὶ οἱ ἐκ τῆς αἰχμαλωσίας οἱ προστεθέντες ἀκολούθως τοῖς ἐν τῇ Μωσέως βίβλῳ.
—
7:7
καὶ προσήνεγκαν εἰς τὸν ἐνκαινισμὸν τοῦ ἱεροῦ τοῦ κυρίου ταύρους ἑκατόν, κριοὺς διακοσίους, ἄρνας τετρακοσίας,
—
7:8
χιμάρους ὑπὲρ ἁμαρτίας παντὸς τοῦ Ἰσραὴλ δώδεκα, πρὸς ἀριθμὸν ἐκ τῶν φυλάρχων τοῦ Ἰσραὴλ δώδεκα.
—
7:9
καὶ ἔστησαν οἱ ἱερεῖς καὶ οἱ Λευεῖται ἐσπολισμένοι κατὰ φυλὰς ἐπὶ τῶν ἔργων Κυρίου θεοῦ Ἰσραὴλ ἀκολούθως τῇ Μωυσέως βίβλῳ, καὶ οἱ θυρωροὶ ἐφʼ ἑκάστου πυλῶνος.
—
Καὶ ἠγάγοσαν οἱ υἱοὶ Ἰσραὴλ τῶν ἐκ τῆς αἰχμαλωσίας τὸ πάσχα ἐν τῇ τεσσαρεσκαιδεκάτῃ τοῦ πρώτου μηνός, ὅτε ἡγνίσθησαν οἱ ἱερεῖς καὶ οἱ Λευεῖται ἅμα
—
καὶ πάντες οἱ υἱοὶ τῆς αἰχμαλωσίας· ὅτι ἡγνίσθησαν. ὅτι οἱ Λευεῖται ἅμα πάντες ἡγνίσθησαν,
—
καὶ ἔθυσαν τὸ πάσχα πᾶσιν τοῖς υἱοῖς τῆς αἰχμαλωσίας καὶ τοῖς ἀδελφοῖς αὐτῶν τοῖς ἱερεῦσιν καὶ ἑαυτοῖς.
—
καὶ ἐφάγοσαν οἱ υἱοὶ Ἰσραὴλ οἱ ἐκ τῆς αἰχμαλωσίας, πάντες οἱ χωρισθέντες ἀπὸ τῶν βδελυγμάτων τῶν ἐθνῶν τῆς γῆς, ζητοῦντες τὸν κύριον.
—
καὶ ἠγάγοσαν τὴν ἑορτὴν τῶν ἀζύμων ἑπτὰ ἡμέρας εὐφραινόμενοι ἔναντι Κυρίου,
—
ὅτι μετέστρεψεν τὴν βουλὴν τοῦ βασιλέως Ἀσσυρίων ἐπʼ αὐτούς, κατισχῦσαι τὰς χεῖρας αὐτῶν ἐπὶ τὰ ἔργα Κυρίου θεοῦ Ἰσραήλ.
—