Skip to content

Parallel

Psalms of Solomon 2

Swete's Septuagint · Berean Standard Bible

2:1
Ἐν τῷ ὑπερηφανεύεσθαι τὸν ἁμαρτωλὸν ἐν κριῷ κατέβαλλε τείχη ὐχυρά. καὶ οὐκ ἐκώλυσας.
—
2:2
ἀνέβησαν ἐπί τὸ θυσιαστήριόν σου ἔθνη ἀλλότρια, κατεπατοῦσαν ἐν ὑποδήμασιν οὕτων ἐν ὑπερηφανία.
—
2:3
ἀνθʼ ὧν οἱ υἱοὶ Ἰερουσαλὴμ ἐμίαναν τὰ ἅγια Κυρίου, ἐβεβηλοῦσαν τὰ δῶρα τοῦ θεοῦ ἐν ἀνομίαις·
—
2:4
ἕνεκεν τούτων εἶπεν Ἀπορίψατε αὐτα μακρὰν ἀπʼ ἐμοῦ, οὐκ εὐόδωκεν αὐτοῖς τὸ κάλλος τῆς δόξης αὐτοῦ·
—
2:5
ἐξουθενώθη ἐνώπιον τοῦ θεοῦ, ἠτιμώθη ἕως εἰς τέλος.
—
2:6
υἱοὶ καὶ θυγατέρες ἐν αἰχμαλαωσίᾳ πονηρά. ἐν σφραγῖδι ὁ τράχηλος αὐτῶν, ἐν ἐπισήμῳ ἐν τοῖς ἔθνεσιν·
—
2:7
κατὰ τὰς ἁμαρτίας αὐτῶν ἐποίησεν αὐτοὶς, ὅτι ἐγκατέλειπεν αὐτοὺς εἰς χεῖρας κατισχυόντων·
—
2:8
ἀπέστρεψεν γὰρ τὸ πρόσωπον αὐτοῦ ἀπὸ ἐλέους αὐτῶν, νέον καὶ πρεσβύτην καὶ τέκνα αὐτῶν εἰς ἅπαξ·
—
2:9
ὅτι πονηρὰ ἐποίησαν εἰς ἅπαξ, τοῦ μὴ ἀκούειν.
—
καὶ ὁ οὐρανὸς ἐβαρυθύμησε, καὶ ἡ γῆ ἐβδελύξατο αὐτούς,
—
ὅτι οὐκ ἐποίησεν πᾶς ἄνθρωπος ἐπʼ αὐτῆς ὅσα ἐποίησαν.
—
καὶ γνώσεται ἡ γῆ τὰ κρίματά σου πάντα τὰ δίκαια, ὁ θεός.
—
ἔστησαν τοὺς υἱοὺς Ἰερουσαλὴμ εἰς ἐμπαιγμόν, ἀντὶ πορνῶν ἐν αὐτῇ· πᾶς ὁ πορευομενος είσεπορεύετο κατέναντι τοῦ ἡλίου· ἐνέπαιζον ταῖς ἀνομίαις αὐτῶν·
—
καθὰ ἐποίουν αὐτοί, ἀπέναντι τοῦ ἡλίου παρεδειγμάτισαν ἀδικίας αὐτῶν. καὶ θυγατέρες Ἰερουσαλὴμ βέβηλοι κατὰ τὸ κρίμα σου,
—
ἀυθʼ ἰὧν αὐταὶ ἐμιαίωσαν αὑτὰς ἐν φυρμῷ ἀναμίξεως τὴν κοιλίαν μου καὶ τὰ σπλάγχνα μου πονῶ ἐπὶ τούτοις.
—
ἐγὼ δικαιώσω σε, ὁ θεός, ἐν εὐθύτητι καρδίας· ὅτι ἐν τοῖς κρίμασίν σου ἡ δικαιοσύνη σου, ὁ θεός.
—
ὅτι ἀπέδωκας τοῖς ἁμαρτωλοῖς κατὰ τὰ ἔργα αὐτῶν, καὶ κατὰ τὰς ἁμαρτίας αὐτῶν τὰς πονηρὰς σφόδρα.
—
ἀνέκαλυψας τὰς ἁμαρτίας αὐτῶν, ἵνα φανῇ τὸ κρίμα σου·
—
ἐξήλειψας τὸ μνημόσυνον αὐτῶν ἀπὸ τῆς γῆς. ὁ θεὸς κριτὴς δίκαιος, καὶ οὐ θαυμάσει πρόσαωσον.
—
ἐλνείδισαν γὰρ ἔθνη Ἰερουσαλὴμ ἐν καταπατήσει· κατέσπασεν τὸ κάλλος αὐτῆς ἀπὸ θρόνου δόξης.
—
περιεζώσατο σάκκον ἀντὶ ἐνδύματος εὐπρεπείας, σχοινίον περὶ τὴν κεφαλὴν αὐτῆς ἀντὶ στεφάνου.
—
περιείλατο μίτραν δόξης ἣν περιέθηκεν αὐτή ὁ θεός
—
ἐν ἀτιμίᾳ τὸ κάλλος αὐτῆς ἀπερρίφη ἐπὶ τὴν γῆν.
—
καὶ ἐγὼ εἶδον, καὶ ἐδεήθην τοῦ προσώπου Κυρίου καὶ εἶπον Ἱκάνωσον, Κύριε, τοῦ βαρύνεσθαι χεῖράς σου ἐπὶ Ἰσραὴλ ἐν ἐπαγωγῇ ἐθνῶν.
—
ὑτι ἐνέπαιξαν καὶ οὐκ ἐφείσαντο, ἐν ἀργῇ καὶ θυμῷ μετὰ μηνίσεως
—
καὶ συντελεσθήσονται, ἐὰν μὴ σύ, Κύριε, ἐπιτιμήσεις αὐτοῖς ἐν ὀργή σου.
—
ὅτι οὐκ ἐν ζήλει ἐποίησαν, ἁλλ’ ἐν ἐπιθυμίᾳ ψυχῆς.
—
ἐκχέαι τὴν ὀργὴν αὐτῶν εἰς ἡμᾶς ἐν ἁρπάγματι. καὶ μὴ χρονίσῃς, ὁ θεός, τοῦ ἀποδοῦναι αὐτοῖς εἰς κεφαλάς,
—
τοῦ εἰπεῖν τὴν ὑπερηφανίαν τοῦ δράκοντος ἐν ἀτιμίᾳ.
—
καὶ οὐκ ἐχρόνισα ἕως ἔδειξέν μοι ὁ θεὸς τὴν ὕβριν αὐτοῦ, ἐκκεκεντημένον ἐπὶ τῶν ἀρέων Αἰγύπτου, ὑπέρ ἐλαχίστου ἐξουδενωμένον ἐπὶ γῆς καὶ θαλάσσης·
—
τὸ σῶμα αὐτοῦ διαφερόμενον ἐπὶ κυμάτων ἐν ὕβρει πολλῇ, καὶ οὐκ ἧυ ὸ θάπτων·
—
ὅτι ἐξουθένωσεν αὐτὸν ἐν ἀτιμίᾳ· οὐκ ἐλογίσατο ὅτι ἄνθρωπός ἐστιν, καὶ τὸ ὕστερον οὐκ ἐλογίσατο.
—
εἶπευ Ἐγὼ κύριος γῆς καὶ θαλάσσης ἔσομαι καὶ οὐκ ἐπέγνω ὅτι ὁ θεὸς μέγας, κραταιὸς ἐν ἰσχύι αὐτοῦ τῇ μεγὶλῃ.
—
αὺτὸς βασιλεὺς ἐπὶ τῶν οὐρανῶον καὶ κρίνων βασιλεῖς καὶ ἀρχάς·
—
ἀνιστῶν ἐμὲ εἰς δόξαν, καὶ κοιμίζων ὑπερηφάνους εἰς ἀπωλίαν αἰῶνος ἐν ἀτιμίᾳ. ὅτι οὐκ ἔγναωσαν αὐτόν.
—
καὶ νῦν ἴδετε, οἱ μεγιστᾶνες τῆς γῆς, τὸ κρίμα τοῦ κυρίου· ὅτι μέγας βασιλεὺς καὶ δίκαιος, κρίνων τὴν ὑπʼ οὐρανόν.
—
εὺλογεῖτε τὸν θεόν, οἱ φοβούμενοι τὸν κύριον ἐν ἐπιστήμη. ὅτι τὴ ἔλεος Κυρίου ἐπὶ τοὺς φοβουμένους αὐτόν, μετὰ κρίματος,
—
τηοῦ διαστεῖλαι ἀνὰ μέσον δικαίου καὶ ἁμαρτωλοῦ, ἀποδοῦναι ἁμαρτωλοῖς εἰς τὸν αἰῶνα κατὰ τὰ ἔργα αὐτῶν·
—
καὶ ἐλεῆσαι δίκαιον ἀπὸ ταπεινώσεως ἁμαρτωλοῦ, καὶ ἀποδοῦναι ἁμαρτωλῷ ἀνθʼ ὦν ἐποίησεν δικαίῳ.
—
ὅτι χρηστὸς ὁ κύριος τοῖς ἐπικαλουμένοις αὐτὸυ ἐν ὑπομονή, ποθῆσαι κατὰ τὴ ἔλεος αὐτοῖῖ τοῖς ὁσίοις αὐτοῦ, παρεστάναι διὰ παντὸς ἐνώπιον αὐτοῦ ἐν ἰσχύι.
—
εὺλογητὸς Κύριος εἰς τὸν αἰῶνα ἐνώπιον δούλων αὐτοῦ.
—