Skip to content

Parallel

Psalms of Solomon 17

Swete's Septuagint · Berean Standard Bible

Κύριε, σὺ βασιλεὺς ἡμῶν εἰς τὸν αἰῶνα καὶ ἔτιὅτι ἐν σοί, ὁ θεὸς ἡμῶν, καυχήσεται ἡ ψυχὴ ἡμῶα.
—
καὶ τίς ὁ χρόνος ζωῆς ἀνθρώπου ἐπὶ τῆς γῆς κατὰ τὸν χρόνον αὐτοῦ καὶ ἡ ἐλπὶς αὐτοῦ ἐπʼ αὐτν.
—
ἡμεῖς δὲ ἐλπιοῦμεν ἐπὶ τὸν θεὸν σωτῆρα ἡμῶν, ὅτι τὸ κράτος τοῦ θεοῦ ἡμῶν εἰς τὸν αἰῶνα μετʼ ἐλέους,
—
καὶ ἡ βασιλεία τοῦ θεοῦ ἡμῶν εἰς τὸν αἰῶνα ἐπὶ τὰ ἔθνη.
—
σύ, Κύριε, ᾑρετίσω τὸν Δαυὶδ βασιλέα ἐπὶ Ἰσραήλ, καὶ σὺ ὠμοσας αὐτῷ περὶ τοῦ σπέρματος εἰς τὸν αἰῶνα, τοῦ μὴ ἐκλείπειν ἀπέναντί σου βασίλειον αὐτοῦ.
—
καὶ ἐν ταῖς ἁμαρτίαις ἡμῶν ἐπανέστησαν ἡμῖν ἁμαρτωλοί, ἐπέθεντο ἡμῖν καὶ ἐξώσαντο ἡμᾶς· οἷς οὐκ ἐπηγγείλω, μετὰ βίας ἀφείλαντο,
—
καὶ οὐκ ἐδόξασαν τὸ ὄνομά σου τὸ ἔντιμον· ἐν δόξῃ ἔθεντο βασίλειον ἀντὶ ὕψους αὐτῶν,
—
ήρήμωσαν τὸν θρόνον Δαυὶδ ἐν ὑπερηφανίᾳ ἀλλάγματος. καὶ σύ, ὁ θεός, καταβαλεῖς αὐτούς, καὶ ἀρεῖς σπέρμα αὐτῶν ἀπὸ τῆς γῆς.
—
ἐν τῷ ἐπαναστῆναι αὐτοῖς ἄνθρωπον ἀλλότριον γένους ἡμῶν.
—
κατὰ τὰ ἁμαρτήματα αὐτῶν ἀποδώσεις αὐτοῖς, ὁ θεός, εὑρεθῆναι αὐτοῖς κατὰ τὰ ἔργα αὐτῶν.
—
οὐκ ἐλεήσει αὐτοὺς ὁ θεός, ἐξερεύνησεν τὸ σπέρμα αὐτῶν καὶ οὐκ ἀφῆκεν οὐτων ἕνα·
—
πιστὸς ὁ κύριος ἐν πᾶσι τοῖς κρίμασιν αὐτοῦ οἷς ποιεῖ ἐπί τὴν γῆν.
—
ἠρήμωσεν ὁ ἄνομος ἐπὶ τὴν γῆν ἡμῶν ἀπὸ ἐνοικούντων αὐτήν· ἠφάνισαν νέον καὶ πρεσβύτην καὶ τέκνα αὐτῶν ἅμα.
—
ἐν ἀργῇ κάλλους αὐτοῦ ἐξαπέστειλεν αὐτὰ ἕως ἐπὶ δυσμῶν, καὶ τοὺς ἄρχοντας τῆς γῆς εἰς ἐμπαιγμόν· καὶ οὐκ ἐφείσατο.
—
ἐυ ἀλλοτριότητι ὁ ἐχθρὸς ἐποίησεν, ἐν ὑπερηφανία· καὶ ἡ καρδία αὐτοῦ ἀλλοτρία ἀπὸ τοῦ θεοῦ ἡμῶν.
—
καὶ πάντα ὅσα ἐποίησεν ἐν Ἰερουσαλήμ, καθὼς καὶ τὰ ἔθνη ἐν ταῖς πόλεσι τοὺς θεοὺς αὐτῶν.
—
καὶ ἐπεκρατοῦσαν αὐτῶν υἱοὶ τῆς διαθήκης ἐν μέσῳ ἐθνῶν συμμίκτον, οὐκ ἦν ὁ ποιῶν ἐν μέσῳ ἐν αὐτοῖς, ἐν Ἰερουσαλήμ, ἔλεος καὶ ἀλήθειαν.
—
ἐφύγοσαν ἀπʼ αὐτῶν οἱ ἀγαπῶντες συναγωγὰς ὁσίων· ὡς στρουθία ἐξεπετάσθησαν ἀπὸ κοίτης αὐτῶν.
—
ἐπλανῶντο ἐν ἐρήμοις, σωθῆναι ψυχὰς αὐτῶν ἀπὸ κακοῦ, καὶ τίμιον ἐν ὀφθαλμοῖς παροικίας ψυχὴ σεσωσμένη ἐξ αὐτῶν.
—
ἐφύγοσαν ἀπʼ αὐτῶν οἱ ἀγαπῶντες συναγωγὰς ὁσίων· εἰς πᾶσαν τὴν γῆν ἐγενήθη σκορπισμὸς αὐτῶν ὑπὸ ἀνόμων. ὅτι ἀνέσχεν ὁ οὐρανὸς τοῦ στάξαι ὑετὸν ἐπὶ τὴν γῆν·
—
πηγαὶ συνεσχέθησαν αἰώνιοι ἐξ ἀβύσσων, ἀπὸ ὀρέων ὑψηλῶν. ὅτι οὐκ ἣν ἐν αὐτοῖς ποιῶν δικαιοσύνην καὶ κρίμα· ἀπὸ ἄρχοντος αὐτῶ· καὶ λαοῦ ἐλαχίστου ἐν πάσῃ ἁμαρτίᾳ.
—
ὁ βασιλεὺς ἐν παρανομίᾳ καὶ ὁ κριτὴς ἐν ἀπειθεία, καὶ ὁ λαὸς ἐν ἁμαρτίᾳ.
—
ἲδὲ, Κύριε, καὶ ἀνάστησον αὐτοῖς τὸν βασιλέα αὐτῶν, υἱὸν Δαυίδ, εἰς τὸν καιρὸν ὸν ἴδες σύ, ὁ θεός, τοῦ βασιλεῦσαι ἐπὶ Ἰσραὴλ παῖδά σου.
—
καὶ ὑπόζωσον αὐτὸν ἰσχὺν τοῦ θραῦσαι ἄρχοντας ἀδίκους.
—
καθάρισον Ἰερουσαλὴμ ἀπὸ ἐθνῶν καταπατούντων ἐν ἀπωλείᾳ, ἐν σοφίᾳ, ἐν δικαιοσύνῃ
—
ἐξῶσαι ἁμαρτωλοὺς ἀπὸ κληρονομίας, ἐκτρίψαι ὑπερηφανίαν ἁμαρτωλοῦ ὡς σκεύη κεραμέας, ἐν ὸάβδῳ σιδηρῷ συντρίψαι πᾶσαν ὑπόστασιν αὐτῶν·
—
ὀλοθρεῦσαι ἔθνη παράνομα ἐν λόγῳ στόματος αὐτοῦ, ἐν ἀπειλῇ αὐτοῦ φυγεῖυ ἔθνη ἀπὸ προσώπου αὐτοῦ, καὶ ἐλέγξαι ἁμαρτωλοὺς ἐν λόγῳ καρδίας αὐτῶν
—
καὶ συνάξει λαὸν ἅγιον οδ ἀφηγήσετα ι ἐν δικαιοσύνῃ, καὶ κρινεῖ φυλὰς λαοῦ ἡγασμέύου ὑπὸ Κυρίου θεοδ αὐτοῦ.
—
καὶ οὐκ ἀφήσει ἀδικίαν ἐν μέσῳ αὐτῶν αὐλισθῆναι ἔτι, καὶ οὐ κατοικήσει πᾶς ἄνθρωπος μετʼ αὐτῶν εἰδὼὸς κακίαν.
—
γνώσεται γὰρ αὐτοὺς ὅτι πάντες υἱοὶ θεοῦ εἰσιν αὐτῶν, καὶ καταμερίσει αὐτοὺς ἐν ταῖς φυλαῖς αὐτῶν ἐπὶ τῆς γῆς.
—
καὶ πάροικος καὶ ἀλλογενὴς οὐ παροικήσει αὐτοῖς ἔτι· κρινεῖ λαοὺς καὶ ἔθνη ἐν σοφίᾳ δικαιοσύνης αὐτοῦ. διάφαλμα.
—
καὶ ἕξει λαοὺς ἐθνῶν δουλεύειν αὐτῷ ὑπὸ τὸν ζυγὸν αὐτοῦ, καὶ τὸν κύριον δοξάσει ἐν ἐπισήμῳ πάσης τῆς γῆς.
—
καὶ καθαριεῖ Ἰερουσαλὴμ ἐν ἁγιασμῷ, ὡς καὶ τὸ ἀπʼ ἀρχῆς.
—
ἔρχεσθαι ἔθνη ἀπʼ ἄκρου τῆς γῆς ἰδεῖν τὴν δόξαν αὐτοῦ. φέροντες δῶρα τοὺς ἐξησθενηκότας υἱοὺς αὐτῆς,
—
καὶ ἰδεῖν τὴν δόξαν Κυρίου ἣν ἐδόξασεν αὐτὴν ὁ θεός· καὶ αὐτὸς βασιλεὺς δίκαιος διδακτὸς ὑπὸ θεοῦ ἐπʼ αὐτούς,
—
καὶ οὐκ ἔστιν ἀδικία ἐν ταῖς ἡμέραις αὐτοῦ ἐν μέσῳ αὐτῶν· ὅτι πάντες ἅγιοι, καὶ βασιλεὺς αὐτῶν χριστὸς κύριος.
—
οὐ γὰρ ἐλπιεῖ ἐπὶ ἵππον καὶ ἀναβάτην καὶ τόξον, οὐδὲ πληθυνεῖ αὐτῷ χρυσίον οὐδὲ ἀργύριον εἰς πόλεμον· καὶ πολλοῖς οὐ συνάξει ἐλπίδας εἰς ἡμέραν πολέμου.
—
Κύριος αὐτὸς βασιλεὺς αὐτοῦ· ἐλπὶς τοῦ δυνατοῦ ἐλπίδι θεοῦ, καὶ ἐλεήσει πάντα τὰ ἔθνη ἐνώπιον αὐτοῦ ἐν φόβῳ.
—
κατάξει γὰρ γῆν τῷ λόγῳ τοῦ στόματος αὐτοῦ εἰς αἰῶνα
—
εὐλογήσει λαὸν Κυρίου ἐν σοφίᾳ μετʼ εὐφροσύνης.
—
καὶ αὐτὸς καθαρὸς ἀπὸ ἁμαρτίας, τοῦ ἄρχειν λαοὺς μεγάλους. ἐλέγξαι ἄρχοντας καὶ ἐξᾶραι ἁμαρτωλοὺς ἐν ἰσχύι λόγου·
—
καὶ οὐκ ἀσθενήσει ἐν ταῖς ἡμέραις αὐτοῦ ἐπὶ θεῷ αὐτοῦ, ὅτι ὁ θεὸς κατηργάσατο αὐτὸν δυνατὸν ἐν πνεύματι ἁγίῳ καὶ σοφὸν ἐν βουλῇ συνέσεως μετὰ ἰσχύος καὶ δικαιοσύνης.
—
καὶ εὐλογία Κυρίου μετʼ αὐτοῦ ἐν ἰσχύι,
—
καὶ οὐκ ἀσθενήσει ἡ ἐλπὶς αὐτοῦ ἐπὶ Κύριον· καὶ τίς δύναται πρὸς αὐτόν ἰσχυρὸς ἐν ἔργοις αὐτοῦ καὶ κραταιὸς ἐν φόβῳ θεοῦ,
—
ποιμαίνων τὸ ποιμνίον Κυρίου ἐν πίστει καὶ δικαιοσύνῃ, καὶ οὐκ ἀφήσει ἀσθενῆσαι ἐν αὐτοῖς ἐν τῇ νομῇ αὐτῶν
—
ἐυ ἰσότητι πάντας αὐτοὺς ἄξει, καὶ οὐκ ἔσται ἐν αὐτοῖς ὑπερηφανία τοῦ καταδυναστευθῆναι ἐν αὐτοῖς.
—
αὕτη ἡ εὐπρέπεια τοῦ βασιλέως Ἰσραήλ, ἣν ἔγνω ὁ θεός, ἀναστῆσαι αὐτὸν ἐπ οἶκον Ἰσραήλ, παιδεῦσαι αὐτόν.
—
τὰ όήματα αὐτοῦ πεπυρωμένα ὑπέρ χρυσίον τὸ πρῶτον τίμιον, ἐν συναγωγαῖς διακρινεῖ λαοῦ φυλὰς ἡγιασμένου·
—
οἱ λόγοι αὐτοῦ ὡς λόγοι ἁγίων ἐν μέσῳ λαῶν ἡγιασμένων.
—
μακάριοι οἱ γενόμενοι ἐν ταῖς ἡμέραις ἐκείναις, ἰδεῖν τὰ ἀγαθὰ Ἰσραὴλ ἐν συναγωγῇ φυλῶν· ποιήσαι ὁ θεός.
—
ταχύναι ὁ θεὸς ἐπὶ Ἰσραὴλ τὸ ἔλεος αὐτοῦ· όύσεται ἡμᾶς ἀπὸ ἀκαθαρσίας ἐχθρῶν βεβήλων. Κύριος αὐτὸς βασιλεὺς ἡμῶν εἰς τὸν αἰῶνα καὶ ἔτι.
—