Skip to content

Parallel

Psalms of Solomon 18

Swete's Septuagint · Berean Standard Bible

Κύριε, τὸ ἔλεός σου ἐπὶ τὰ ἔργα τῶν χειρῶν σου εἰς τὸν αἰῶνα·
—
ἡ χρηστότης σου ἐπὶ δόματος πλουσίου ἐπὶ Ἰσραήλ· οἱ ὀφθαλμοί σου ἐπιβλέποντες ἐπʼ αὐτά, καὶ οὐχ ὑστερήσει ἐξ αὐτῶν,
—
τὰ ὦπά σου ἐπακούει εἰς δέησιν πτωχοῦ ἐν ἐλπίδι τὰ κρίματά σου ἐπὶ πᾶσαν τὴν γῆν μετὰ ἐλέους,
—
καὶ ἀγάπη σου ἐπὶ σπέρμα Ἀβραάμ, υἱοὺς Ἰσραὴλ. ἡ παιδία σου ἐφʼ ἡμᾶς ὡς υἱὸν πρωτότοκον μονογενῆ,
—
ἀποστρέψαι ψυχὴν εὐήκοον ἀπὸ ἀμαθίας ἐν ἀγνοία.
—
καθαρίσαι ὁ θεὸς Ἰσραὴλ εἰς ἡμέραν ἐλέους ἐν εὐλογίᾳ. εἰς ἡμέραν ἐκλογῆς ἐν ἀνάξει χριστοῦ αὐτοῦ.
—
μακάριοι οἱ γενόμενοι ἐν ἡμέραις ἐκείναις, ἰδεῖν τὰ ἀγαθὰ Κυρίου, ἃ ποιήσει γενεῷ τῇ ἐρχομένῃ·
—
ὑπὸ ὸάβδον παιδείας χριστοῦ κυρίου, ἐν φόβῳ θεοῦ αὐτοῦ, ἐν σοφίᾳ πνεύματος καὶ δικαιοσύνης καὶ ἰσχύος·
—
κατευθῦναι ἄνδρας ἐν ἔργοις δικαιοσύνης φόβῳ θεοῦ. καταστῆσαι πάντας αὐτοὺς ἐνώπιον Κυρίου.
—
γενεὰ ἀγαθὴ ἐν φόβῳ θεοῦ ἐν ἡμέραις ἐλέους. διάψαλμα.
—
μέγας ἡμῶν ὁ θεὸς καὶ ἔνδοξος, ἐν ὑψίστοις κατοικῶν·
—
ὁ διατάξας ἐν πορίᾳ φωστῆρας εἰς καιροὺς ὡρῶν ἀφʼ ἡμερῶν εἰς ἡμέρας. καὶ οὐ παρέβησαν ἀπὸ ὁδοῦ ἧς ἐνετείλω αὐτοῖς.
—
σαλμὸς τῷ Σαλωμφν· ἔτι τοῦ χριστοῦ κυρίου.
—
ἐν φόβῳ θεοῦ ἡ ὁδὸς αὐτῶν καθʼ ἑκάστην ἡμέραν. ἀφʼ ἧς ἡμέρας ἔκτισεν αὐτοὺς ὁ θεὸς καὶ ἕως αἰῶνος.
—
καὶ οὐκ ἐπλανήθησαν ἀφʼ ἧς ἡμέρας ἔκτισεν αὐτούς· ἀπὸ γενεῶν ἀρχαίων οὐκ ἀπέστησαν ὁδῶν αὐτῶν, εἰ μὴ ὁ θεὸς ἐνετείλατο αὐτοῖς ἐν ἐπιταγῇ δούλων αὐτοῦ.
—