Skip to content

Parallel

Psalms of Solomon 16

Swete's Septuagint · Berean Standard Bible

Ἐν τῷ νυστάξαι ψυχήν μου ἀπὸ Κυρίου, παρὰ μικρὸν ὠλίσθησα ἐν καταφορῷ ὕπνου.
—
τῷ μακρὰν ἀπὸ θεοῦ παρʼ ὀλίγον ἐξεχύθη ἡ ψυχὴ μου εἰς θάνατον, σύνεγγυς πυλῶν ᾅδου μετὰ ἁμαρτωλοῦ·
—
ἐν τῷ διενεχθῆναι ψυχήν μου ἀπὸ Κυρίου θεοῦ Ἰσραήλ, εἰ μὴ ὁ κύριος ἀντελάβετό μου τῷ ἐλέει αὐτοῦ εἰς τὸν αἰῶνα.
—
ἔνυξέν με ὁὡς κέντρον ἵππου ἐπὶ τὴν γρηγόρησιν αὐτοῦ, ὁ σαωτὴρ καὶ ἀντιλήπτωρ μου ἐν παντὶ καιρῷ ἔσωσέν με.
—
ἐξομολογήσομαί σοι, ὁ θεός, ὅτι ἀντελάβου μου εἰς σωτηρίαν. καὶ οὐκ ἐλογίσω με μετὰ τῶν ἁμαρτωλῶν εἰς ἀπώλειαν.
—
μὴ ἀποστήσῃς τὸ ἔλεός σου ἀπʼ ἐμοῦ, ὁ θεός, μηδέ τὴν μνήμην περὶ σοῦ ἀπὸ καρδίας ἕως θανάτου.
—
ἐπικράτησόν μου, ὁ θεός, ἀπὸ ἁμαρτίας πονηρᾶς καὶ ἀπὸ πάσης γυναικὸς πονηρᾶς σκανδαλιζούσης ἄφρονα.
—
καὶ μὴ ἀπατησάτω με κάλλος γυναικὸς παρανομούσης, καὶ παντὸς ὑποκειμένου ἀπὸ ἁμαρτίας ἀνωφελοῦς.
—
τὰ ἔργα τῶν χειρῶν μου κατεύθυνον ἐν τόπῳ σου, καὶ τὰ διαβήματά μου ἐν τῇ μνήμῃ σου διαφύλαξον.
—
τὴν γλῶσσάν μου καὶ τὰ χείλη μου ἐν λόγοις ἀληθείας περίστειλον, ργὴν καὶ θυμὸν ἄλογον μακρὰν ποίησον ἀπʼ ἐμοῦ.
—
γογγυσμὸν καὶ ὀλιγοψυχίαν ἐυ θλίψει μάκρυνον ἀπʼ ἐμοῖ. ἐὰν ἁμαρτήσω ἐν τῷ σε παιδεύειν είς επιστροφην.
—
εὺδοκίᾳ δέ μετὰ ἱλαρότητος στήρισον τήν ψυχὴν μου· ἐν τῷ ἐνισχῦσαί σε τὴν ψυχὴν μου ἀρκέσει μοι τὸ δοθέν.
—
ὅτι ἐὰν μὴ σὺ ἐνισχύσῃς, τίς ὑφέξεται παιδείαν ἐν πενίᾳ,
—
ἐν τῷ ἐλέγχεσθαι ψυχὴν ἐν χειρὶ σαπρίας αὐτοῦ; ἡ δοκιμασία σου ἐν σαρκὶ αὐτοῦ καὶ ἐν θλίψει πενίας·
—
ἐν τῷ ὑπομεῖναι δίκαιον ἐν τούτοις ἐλεηθήσεται ὑπὸ Κυρίου.
—