Skip to content

Parallel

Psalms of Solomon 15

Swete's Septuagint · Berean Standard Bible

Ἐν τῷ θλίίδεσθαί με ἐπεκαλεσάμην τὸ ὄνομα Κυρίου, εἰς βοήθειαν ἤλπισα τοῦ θεοῦ Ἰακώβ, καὶ ἐσώθην·
—
ὅτι ἐλπὶς καὶ καταφυγὴ τῶν πτωχῶν σύ, ὁ θεός.
—
τίς γὰρ ἰσχύει, ὁ θεός, εἰ μὴ ἐξομολογήσασθαί σοι ἐν ἀληθείᾳ;
—
καὶ τί δυνατὸς ἄνθρωπος, εἰ μὴ ἐξομολογήσασθαι τῳ ὀνόματί σου;
—
ψαλμὸν καινὸν μετὰ ψδῆς ἐν εὐφροσύνῃ καρδίας, καρπὸν χειλέων ἐν ἀργάνῳ ἡρμοσμένῳ γλώσσης. ἀπαρχὴν χειλέων ἀπὸ καρδίας ὁσίας καὶ δικαίας·
—
ὁ ποιῶν ταῦτα οὐ σαλευθήσεται εἰς τὸν αἰῶνα ἀπὸ κικοῦ, φλὸξ πυρὸς καὶ ὀργὴ ἀδίκων οὐχ ἅψεται αὐτοῦ·
—
ὅταν ἐξέλθῃ ἐφʼ ἁμαρτωλοὺς ἀπὸ προσώπου Κυρίου, ὀλεθρεῦσαι πᾶσαν ὑπόστασιν ἁμαρτωλῶν.
—
ἰτὶ τὸ σημεῖον τοῦ θεοῦ ἐπὶ δικαίους εἰς σωτηρίαν· λιμὸς καὶ όομφαία καὶ θάνατος ἀπὸ δικαίων μακράν.
—
φεύξονται γὰρ ὡς διωκόμενοι πολέμου ἀπὸ άσίων, καταδιώξονται δὲ ἁμαρτωλοὺς καὶ καταλήψονται καὶ οὐκ ἐκφεύξονται οἱ ποιοῦντες ἀνομίαν τὸ κρίμα Κυρίου, ὡς ὑπὸ πολεμίων ἐμπείρων καταλημφθήσονται.
—
τὸ γὰρ σημεῖον τῆς ἀπωλείας ἐπὶ τοῦ μετώπου αὐτῶν,
—
καὶ ἡ κληρονομία τῶν ἁμαρτωλῶν ἀπώλεια καὶ σκότος, καὶ ἀνομίαι αὐτῶν διώξονται αὐτοὺς ἕως ἅδου κάτω.
—
ἡ κληρονομία αὐτῶν οὐχ είρεθήσεται τοῖς τέκνοις αὐτῶν,
—
αἱ γὰρ ἁμαρτίαι ἐξερημώσουσιν οἴκους ἁμαρτωλῶν· καὶ ἀπολοῦνται ἁμαρτωλοὶ ἐν ἡμέρα κρίσεως Κυρίου εἰς τὸν αἰῶνα,
—
ὅταν ἐπισκέπτηται ὁ θεὸς τὴν γῆν ἐν κρίματι αὐτυῖ.
—
οἱ δὲ φοβούμενοι τὸν κύριον ἐλεηθήσονται ἐν αὐτῇ, καὶ ζήσονται ἐν τῇ ἐλεημοσύνῃ τοῦ θεοῦ αὐτῶν· καὶ ἁμαρτωλοὶ ἀπολοῦνται εἰς τὸν αἰῶνα χρόνον.
—