Parallel
Psalms of Solomon 14
Swete's Septuagint · Berean Standard Bible
Πιστὸς Κύριος τοῖς ἀγαπῶσιν αὐτὸν ἐν ἀληθείᾳ, τοῖς ὑπομένουσιν παιδείαν αὐτοῦ, τοῖς πορευομένοις ἐν δικαιοσύνῃ προσταγμάτων αὐτοῦ, ἐν νόμῳ ᾧ ἐνετείλατο ἡμῖν εἰς ζωὴν ἡμῶν.
—
ὅσιοι Κυρίου ζήσονται ἐν αὐτῷ εἰς τὸν αἰῶνα· ὁ παράδεισος τοῦ κυρίου, τὰ ξύλα τῆς ζωῆς ὅσιοι αὐτοῦ.
—
ἡ φυτεία αὐτῶν ἐρριζωμένη εἰς τὸν αἰῶνα· οὐκ ἐκτιλήσονται πάσας τὰς ἡμέρας τοῦ οὐρανοῦ, ὅτι ἡ μερὶς καὶ κληρονομία τοῦ θεοῦ ἐστιν Ἰσραήλ.
—
καὶ οὐχ οὕτως οἱ ἁμαρτωλοὶ καὶ παράνομοι, οἳ ἠγάπησαν ἡμέραν ἐν μετοχῇ ἁμαρτίας αὐτῶν· ἐν μικρότητι σαπρίας ἡ ἐπιθυμία αὐτῶν,
—
καὶ οὐκ ἐμνήσθησαν τοῦ θεοῦ. ὅτι ὁδοὶ ἀνθρώπων γναωσταὶ ἐνώπιον αὐτοῦ διὰ παντός, καὶ ταμεῖα καρδίας ἐπίσταται πρὸ τοῦ γενέσθαι.
—
ῇδιὰ τοῦτο ἡ κληρονρμία αὐτῶν ἅδης καὶ σκότος καὶ ἀπώλεια, καὶ οὐχ εὑρεθήσονται ἐν ἡμέρᾳ ἐλέους δικαίων. οἱ δὲ ὅσιοι Κυρίου κληρονομήσουσιν ζωὴν ἐν εὐφροσύνῃ.
—