Ὁ θεὸς ἔστη ἐν συναγωγῇ θεῶν, ἐν μέσῳ δὲ θεοὺς διακρίνει.
—
ἕως πότε κρίνετε ἀδικίαν, καὶ πρόσωπα ἁμαρτωλῶν λαμβάνετε; διάψαλμα.
—
κρίνατε ὀρφανὸν καὶ πτωχόν, ταπεινὸν καὶ πέυητα δικαιώσατε·
—
ἐξέλεσθε πένητα καὶ πτωχόν, ἐκ χειρὸς ἁμαρτωλοῦ ῥύσασθε.
—
οὐκ ἔγνωσαν οὐδὲ συνῆκαν. ἐν σκότει διαπορεύονται· σαλευθήσοναι πάντα τὰ θεμέλια τῆς γῆς.
—
ἐγὼ εἶπα Θεοί ἐστε καὶ υἱοὶ Υψἰστου πάντες·
—
ὑμεῖς δὲ δὴ ὡς ἄνθρωποι ἀποθνήσκετε, καὶ ὡς εἴς τῶν ἀρχόντων πίπτετε.
—
ἀνάστα, ὁ θεός, κρῖνον τὴν γῆν· ὅτι σὺ κατακληρονομήσεις ἐν πᾶσιν τοῖς ἔθνεσιν.
—