Ὁ θεός, τίς ὁμοιωθήσεταί σοι ; μὴ σιγήσῃς μηδὲ καταπραύνῃς, ὁ θεός·
—
ὅτι ἰδοὺ οἱ ἐχθροί σου ἤχησαν, καὶ οἱ μισοῦντές σε ἤραν κεφαλὴν·
—
ἐπὶ τὸν λαόν σου κατεπανουργεύσαντο γνώμην, καὶ ἐβουλεύσαντο κατὰ τῶν ἁγίων σου
—
εἶπαν Δεῦτε καὶ ἐξολεθρεύσωμεν αὐτοὺς ἐξ ἔθνους, καὶ οὐ μὴ μνησθῇ τὸ ὄνομα Ἰσραὴλ ἔτι
—
ὅτι ἐβουλεύσαντο ἐν ὁμονοίᾳ ἐπὶ τὸ αὐτό, κατὰ σοῦ διαθήκην διέθεντο,
—
τὰ σκηνώματα τῶν Ἰδουμαίων καὶ οἱ Ἰσμαηλεῖται, Μωὰβ καὶ οἱ Ἀγγαρηνοί,
—
Ναιβὰλ καὶ Ἀμμὼν καὶ Ἀμαλήκ, καὶ ἀλλόφυλοι μετὰ τῶν κατοικούντων Τύρον·
—
καὶ γὰρ καὶ Ἀσσοὺρ συνπαρεγένετο μετʼ αὐτῶν, ἐγενήθησαν εἰς ἀντίλημψιν τοῖς υἱοῖς Λώτ. διάψαλμα.
—
ποίησον αὐτοῖς ὡς τῇ Μαδιάμ καὶ τῷ Σεισαρα, ὡς ὁ Ἰαβεὶν ἐν τῷ χειμάρρῳ Κεισών·
—
ἐξολεθρεύθησαν ἐν Ἀενδώρ, ἐγενήθησαν ὡς κόπρος τῇ γῇ.
—
θοῦ τοὺς ἄρχοντας αὐτῶν ὡς τὸν Ὠρὴβ καὶ Ζὴβ καὶ Σέβεε καὶ Σελμανά, πάντας τοὺς ἄρχοντας αὐτῶν,
—
οἵτινες εἶπαν Κληρονομήσωμεν ἑαυτοῖς τὸ θυσιαστήριον τοῦ θεοῦ.
—
ὁ θεός μου, θοῦ αὐτοὺς ὡς τροχόν. ὡς καλάμην κατὰ πρόσωπου ἀνέμου.
—
ὡσεὶ πῦρ ὃ διαφλέξει δρυμόν, ὡς εἰ φλὸξ κατακαύσαι ὄρη,
—
οὕτως καταδιώξεις αὐτοὺς ἐν τῇ καταιγίδι σου. καὶ ἐν τῇ ὀργῇ σου ταράξεις αὐτούς.
—
πλήρωσον τὰ πρόσωπα αὐτῶν ἀτιμίας, καὶ ζητήσουσιν τὸ ὄνομά σου, Κύριε.
—
αἰσχυνθήτωσαν καὶ ταραχθήτωσαν εἰς τὸν αἰῶνα τοῦ αἰῶνος, καὶ ἐντραπήτωσαν καὶ ἀπολέσθωσαν·
—
καὶ γνώτωσαν ὅτι ὄνομά σοι Κύριος, σὺ μόνος εἶ Ὕψιστος ἐπὶ πᾶσαν τὴν γῆν.
—