Εἰς τὸ τελος, ὐπὲρ τῶν ληνῶν· τῷ Ἀσὰφ ψαλμός.
—
Ἀγαλλιᾶσθε τῷ θεῷ τῷ βοηθῷ ἡμῶν, ἀλαλάξατε τῷ θεῷ Ἰακώβ·
—
λάβετε ψαλμὸν καὶ δότε τύμπανον, ψαλτήριον τερπνὸν μετὰ κιθάρας·
—
σαλπίσατε ἐν νεομηνίᾳ σάλπιγγι, ἐν εὐσήμῳ ἡμέρᾳ ἑορτῆς ἡμῶν,
—
ὅτι πρόσταγμα τῷ Ἰσραήλ ἐστιν, καὶ κρίμα τῷ θεῷ Ἰακώβ·
—
μαρτύριον ἐν τῷ Ἰωσὴφ ἔθετο αὐτόν, ἐν τῷ ἐξελθεῖν αὐτὸν ἐκ γῆς Αἰγύπτου. γλῶσσαν ἣν οὐκ ἔγνω ἤκουσεν,
—
ἀπέστησεν ἀπὸ ἄρσεων τὸν νῶτον αὐτοῦ, αἱ χεῖρες αὐτοῦ ἐν τῷ κοφίνῳ ἐδούλευσαν.
—
ἐν θλίψει ἐπεκαλέσω με καὶ ἐρυσάμην σε· ἐπήκουσά σου ἐν ἀποκρύφῳ καταιγίδος, ἐδοκίμασά σε ἐπὶ ὕδατος Ἀντιλογίας. διάψαλμα.
—
ἄκουσον, λαός μου, καὶ λαλήσω σοι· Ἰσραήλ, καὶ διαμαρτύρομαί σοι. ἐὰν ἀκούσῃς μου,
—
οὐκ ἔσται ἐν σοὶ θεὸς πρόσφατος, οὐδὲ προσκυνήσεις θεῷ ἀλλοτρίῳ.
—
ἐγὼ γάρ εἰμι Κύριος ὁ θεός σου, ὁ ἀναγαγὼν σε ἐκ γῆς Αἰγύπτου. πλάτυνον τὸ στόμα σου καὶ πληρώσω αὐτό.
—
καὶ οὐκ ἤκουσεν ὁ λαός μου τῆς φωνῆς μου, καὶ Ἰσραὴλ οὐ προσέσχεν μοι·
—
καὶ ἐξαπέστειλα αὐτοὺς κατὰ τὰ ἐπιτηδεύματα τῶν καρδιών αὐτῶν, πορεύσονται ἐν τοῖς ἐπιτηδεύμασιν αὐτῶν.
—
εἰ ὁ λαὸς ἤκουσέν μου Ἰσραήλ, ταῖς ὁδοῖς μου εἰ ἐπορεύθη,
—
ἐν τῷ μηδενὶ τοὺς ἐχθροὺς αὐτῶν ἐταπείνωσα, καὶ ἐπὶ τοὺς θλίβοντας αὐτοὺς ἐπέβαλον τὴν χεῖρά μου.
—
οἱ ἐχθροὶ Κυρίου ἐψεύσαντο αὐτῷ, καὶ ἔσται ὁ καιρὸς αὐτῶν εἰς τὸν αἰῶναι·
—
καὶ ἐψώμισεν αὐτοὺς ἐκ στέατος πυροῦ, καὶ ἐκ πέτρας μέλι ἐχόρτασεν αὐτούς.
—