Εἰς τὸ τέλος. ὐπερ τῶν Ἀλλοιωθητομένων· μαρτύ. ριον τῷ Ἀσάφ, ψαλμὸς ὐπερ τοῦ Ἀσσυρίου.
—
Ὁ ποιμαίνων τὸν Ἰσραὴλ πρόσχες, ὁ ὁδηγῶν ὡσεὶ πρόβατα τὸν Ἰωσήφ· ὁ καθήμενος ἐπὶ τῶν χερουβεὶμ ἐμφάνηθι,
—
ἐναντίον Ἐφράιμ καὶ Βενιαμεὶν καὶ Μανασσή, ἐξέγειρον τὴν δυναστείαν σου καὶ ἐλθὲ εἰς τὸ σῶσαι ἡμᾶς
—
ὁ θεός, ἐπίστρεψον ἡμᾶς καὶ ἐπίφανον τὸ πρόσωπόν σου, καὶ σωθησόμεθα.
—
Κύριε ὁ θεὸς τῶν δυνάμεων, ἕως πότε ὀργίζῃ ἐπὶ τὴν προσευχὴν τοῦ δούλου σου;
—
ψωμιεῖς ἡμᾶς ἄρτον δακρύων. καὶ ποτιεῖς ἡμᾶς ἐν δάκρυσιν ἐν μέτρῳ
—
ἔθου ἡμᾶς εἰς ἀντιλογίαν τοῖς γείτοσιν ἡμῶν. καὶ οἱ ἐχθροὶ ἡμῶν ἐμυκτήρισαν ἡμᾶς.
—
Κύριε ὁ θεὸς τῶν δυνάμεων, ἐπίστρεψον ἡμᾶς καὶ ἐπίφανον τὸ πρόσωπόν σου, καὶ σαωθησόμεθα.
—
ἄμπελον ἐξ Αἰγύπτου μετῆρας. διάψαλμα. ἐξέβαλες ἔθνη καὶ κατεφύτευσας αὐτήν·
—
ὠδοποίησας ἔμπροσθεν αὐτῆς. καὶ κατεφύτευσας τὰς ῥίζας αὐτῆς, καὶ ἐπλήσθη ἡ γῆ.
—
ἐκάλυψεν ὄρη ἡ σκιὰ αὐτῆς, καὶ αἱ ἀναδενδράδες αὐτῆς τὰς κέδρους τοῦ θεοῦ·
—
ἐξέτεινεν τὰ κλήματα αὐτῆς ἕως θαλάσσης. καὶ ἕως ποταμοῦ τὰς παραφυάδας αὐτῆς.
—
ἴνα τί καθεῖλες τὸν φραγμὸν αὐτῆς, καὶ τρυγῶσιν αὐτὴν πάντες οἱ παραπορευόμενοι τὴν ὁδόν;
—
ἐλυμήνατο αὐτὴν σῦς ἐκ δρυμοῦ, καὶ ὄυος ἄγριος κατενεμήσατο αὐτήν.
—
ὁ θεὸς τῶν δυνάμεων, ἐπίστρεψον δή, ἐπίύκβλεψον ἐξ οὐρανοῦ καὶ ἴδε, καὶ ἐπίσκεψαι τὴν ἄμπελον ταύτην·
—
καὶ κατάρτισαι αὐτὴν ἣν ἐφύτευσεν ἡ δεξιά σου, καὶ ἐπὶ υἱὸν ἀνθρώπου ὃν ἐκραταίωσας σεαυτῷ.
—
ἐμπεπυρισμένη πυρὶ καὶ ἀνεσκαμμένη· ἀπὸ ἐπιτιμήσεως τοῦ προσώπου σου ἀπολοῦνται.
—
γενηθήτω ἡ χείρ σου ἐπʼ ἄνδρα δεξιᾶς σου, καὶ ἐπὶ υἱὸν ἀνθρώπου ὁν ἐκραταίαοσας σεαυτῷ·
—
καὶ οὐ μὴ ἀποστῶμεν ἀπὸ σοῦ· ζωώσεις ἡμᾶς, καὶ τὸ ὄνομά σου ἐπικαλεσόμεθα.
—
Κύριε ὁ θεὸς τῶν δυνάμεων, ἐπίστρεψον ἡμᾶς καὶ ἐπίφανον τὸ πρόσαοπόν σου, καὶ σωθησόμεθα.
—