Skip to content

Parallel

Psalms 78

Swete's Septuagint · Berean Standard Bible

Ὁ θεός, ἤλθοσαν ἔθνη εἰς τὴν κληρονομίαν σου, ἐμίαναν τὸν ναὸν τὸν ἅγιόν σου, ἔθεντο Ἰερουσαλὴμ εἰς ὀπωροφυλάκιον·
—
ἔθεντο τὰ θνησιμαῖα τῶν δούλων σου βρώματα τοῖς πετεινοῖς τοῦ οὐρανοῦ, τὰς σάρκας τῶν ὁσίων σου τοῖς θηρίοις τῆς γῆς·
—
ἐξέχεαν τὸ αἷμα αὐτῶν ὡς ὕδωρ κύκλῳ Ἰερουσαλήμ, καὶ οὐκ ἦν ὁ θάπτων.
—
ἐγενήθημεν εἰς ὄνειδος τοῖς γείτοσιν ἡμῶν. μυκτηρισμὸς καὶ χλευασμὸς τοῖς κύκλῳ ἡμῶν.
—
ἕως πότε, Κύριε, ὀργισθήσῃ εἰς τέλος; ἐκκαυθήσεται ὡς πῦρ ὁ ζῆλός σου;
—
ἔκχεον τὴν ὀργήν σου ἐπὶ ἔθνη τὰ μὴ ἐπεγνωκότα σε, καὶ ἐπὶ βασιλείας αἱ τὸ ὄνομά σου οὐκ ἐπεκαλέσαντο·
—
ὅτι κατέφαγον τὸν Ἰακώβ, καὶ τὸν τόπον αὐτοῦ ἠρήμωσαν.
—
μὴ μνησθῇς ἡμῶν ἀνομιῶν ἀρχαίων· ταχὺ προκαταλαβέτωσαν ἡμᾶς οἱ οἰκτειρμοί σου, ὅτι ἐπτωχεύσαμεν σφόδρα.
—
βοήθησον ἡμῖν, ὁ θεὸς ὁ σωτὴρ ἡμῶν, ἕνεκα τῆς δόξης τοῦ ὀνόματός σου· Κύριε, ῥῦσαι ἡμᾶς, καὶ ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν ἕνεκα τοῦ ὀνόματός σου·
—
μή ποτε εἵπωσιν ἐν τοῖς ἔθνεσιν Ποῦ ἐστιν ὁ θεὸς αὐτῶν; καὶ γνωσθήτω ἐν τοῖς ἔθνεσιν ἐνώπιον τῶν ὀφθαλμῶν ἡμῶν ἡ ἐκδίκησις τοῦ αἵματος τῶν δούλων σου τοῦ ἐκκεχυμένου.
—
εἰοηλθάτω ἐνώπιόν σου ὁ στεναγμὸς τῶν πεπεδημέναων, κατὰ τὴν μεγαλωσύνην τοῦ βραχίονός σου, περιποίησαι τοὺς υἱοὺς τῶν τεθαναταομέναων.
—
ἀπόδος τοῖς γείτοσιν ἡμῶν ἑπταπλάσια εἰς τὸν κόλπον αὐτῶν, τὸν ὀνειδισμὸν αὐτῶν ὃν ὠνείδισάν σε, κύριε.
—
ἡμεῖς γὰρ λαός σου καὶ πρόβατα τῆς νομῆς σου ἀνθομολογησόμεθά σοι εἰς τὸν αἰώνα, εἰς γενεὰν καὶ γενεὰν ἐξαγγελοῦμεν τὴν αἴνεσίν σου.
—
Ψαλμὸς τῷ Ἀσάφ.
—