Skip to content

Parallel

Psalms 77

Swete's Septuagint · Berean Standard Bible

Προσέχετε λαός μου τὸν νόμον μου, κλίνατε τὸ οὖς ὑμῶν εἰς τὰ ῥήματα τοῦ στόματός μου.
ἀνοίξω ἐν παραβολαῖς τὸ στόμα μου, φθέγξομαι προβλήματα ἀπʼ ἀρχῆς.
ὅσα ἠκούσαμεν καὶ ἔγνωμεν αὐτά, καὶ οἱ πατέρες ἡμῶν διηγήσαντο ἡμῖν·
οὐκ ἐκρύβη ἀπὸ τῶν τέκνων αὐτῶν εἰς γενεὰν ἑτέραν, ἀπαγγέλλοντες τὰς αἰνέσεις Κυρίου καὶ τὰς δυναστίας αὐτοῦ, καὶ τὰ θαυμάσια αὐτοῦ ἃ ἐποίησεν.
καὶ ἀνέστησεν μαρτύριον ἐν Ἰακώβ, καὶ νόμον ἔθετο ἐν Ἰσραήλ, ὃν ἐνετείλατο τοῖς πατράσιν ἡμῶν γνωρίσαι αὐτὸν τοῖς υἱοῖς αὐτῶν,
ὅπως ἂν γνῷ γενεὰ ἑτέρα, υἱοὶ οἱ τεχθησόμενοι, καὶ ἀναστήσονται καὶ ἀπαγγελοῦσιν αὐτὰ τοῖς υἱοῖς αὐτῶν·
ἵνα θῶνται ἐπὶ τὸν θεὸν τὴν ἐλπίδα αὐτῶν, καὶ μὴ ἐπιλάθωνται τῶν ἔργων τοῦ θεοῦ, καὶ τὰς ἐντολὰς αὐτοῦ ἐκζητήσουσιν·
ἵνα μὴ γένωνται ὡς οἱ πατέρες αὐτῶν γενεὰ σκολιὰ καὶ παραπικραίνουσα, γενεὰ ἥτις οὐ κατηύθυνεν ἐν τῇ καρδίᾳ αὐτῆς, καὶ οὐκ ἐπιστώθη μετὰ τοῦ θεοῦ τὸ πνεῦμα αὐτῆς.
υἱοὶ Ἐφράιμ ἐντείνοντες καὶ βάλλοντες τόξον ἐστράφησαν ἐν ἡμέρᾳ πολέμου·
οὐκ ἐφυλάξαντο τὴν διαθήκην τοῦ θεοῦ, καὶ ἐν τῷ νόμῳ αὐτοῦ οὐκ ἤθελον πορεύεσθαι.
καὶ ἐπελάθοντο τῶν εὐεργεσιῶν αὐτοῦ καὶ τῶν θαυμασίων αὐτοῦ ὧν ἔδειξεν αὐτοῖς,
ἐναντίον τῶν πατέρων αὐτῶν ἃ ἐποίησεν θαυμάσια, ἐν γῇ Αἰγύπτῳ ἐν πεδίῳ Τάνεως.
διέρρηξεν θάλασσαν καὶ διήγαγεν αὐτούς, ἔστησεν ὕδατα ὡσεὶ ἀσκόν·
καὶ ὡδήγησεν αὐτοὺς ἐν νεφέλῃ ἡμέρας. καὶ ὅλην τὴν νύκτα ἐν φωτισμῷ πυρός·
διέρρηξεν πέτραν ἐν ἐρήμῳ. καὶ ἐπότισεν αὐτοὺς ὡς ἐν ἀβύσσῳ πολλῇ·
καὶ ἐξήγαγεν ὔδωρ ἐκ πέτρας. καὶ κατήγαγεν ὡς ποταμοὺς ὕδατα.
καὶ προσέθεντο ἔτι τοῦ ἁμαρτάνειν αὐτῷ· παρεπίκραναν τὸν ὕψιστον ἐν ἀνύδρῳ,
καὶ ἐξεπείρασαν τὸν θεὸν ἐν ταῖς καρδίαις αὐτῶν, τοῦ αἰτῆσαι βρώματα ταῖς ψυχαῖς αὐτῶν.
καὶ κατελάλησαν τοῦ θεοῦ καὶ εἶπαν Μὴ δυνήσεται ὁ θεὸς ἑτοιμάσαι τράπεζαν ἐυ ἐρήμῳ
ἐπεὶ ἐπάταξεν πέτραν, καὶ ἐρρύησαν ὕδατα, καὶ χείμαρροι κατεκλύσθησαν· μὴ καὶ ἄρτον δυνήσεται δοῦναι; ἢ ἑτοιμάσαι τράπεζαν τῷ λαῷ αὐτοῦ;
διὰ τοῦτο ἤκουσεν Κύριος καὶ ἀνεβάλετο, καὶ πῦρ ἀνήφθη ἐν Ἰακώβ, καὶ ὀργὴ ἀνέβη ἐπὶ τὸν Ἰσραήλ·
ὅτι οὐκ ἐπίστευσαν ἐν τῷ θεῷ, οὐδὲ ἤλπισαν ἐπὶ τὸ σωτήριον αὐτοῦ.
καὶ ἐνετείλατο νεφέλαις ὑπεράνωθεν, καὶ θύρας οὐρανοῦ ἠνέῳξεν·
καὶ ἔβρεξεν αὐτοῖς μάννα φαγεῖν, καὶ ἄρτον οὐρανοῦ ἔδωκεν αὐτοῖς·
ἄρτον ἀγγέλων ἔφαγεν ἄνθρωπος, ἐπισιτισμὸν ἀπέστειλεν αὐτοῖς εἰς πλησμονήν.
καὶ ἐπῆρεν νότον ἐξ οὐρανοῦ, καὶ ἐπήγαγεν ἐν τῇ δυναστίᾳ αὐτοῦ λίβα,
καὶ ἔβρεξεν ἐπʼ αὐτοὺς ὡσεὶ χοῦν σάρκας, καὶ ὁὡσεὶ ἄμμον θαλασσῶν πετεινὰ πτερωτά·
καὶ ἐπέπεσον εἰς μέσον τῆς παρεμβολῆς αὐτῶν, κύκλῳ τῶν σκηνωμάτων αὐτῶν.
καὶ ἐφάγοσαν καὶ ἐνεπλήσθησαν σφόδρα, καὶ τὴν ἐπιθυμίαν αὐτῶν ἤνεγκεν αὐτοῖς.
οὐκ ἐστερήθησαν ἀπὸ τῆς ἐπιθυμίας αὐτῶν· ἔτι τῆς βρώσεως αὐτῶν οὔσης ἐν τῷ στόματι αὐτῶν,
καὶ ὀργὴ τοῦ θεοῦ ἀνέβη ἐπʼ αὐτοὺς καὶ ἀπέκτεινεν ἐν τοῖς πλείοσιν αὐτῶν, καὶ τοὺς ἐκλεκτοὺς τοῦ Ἰσραὴλ συνεπόδισεν.
ἐν πᾶσιν τούτοις ἥμαρτον ἔτι, καὶ οὐκ ἐπίστευσαν τοῖς θαυμασίοις αὐτοῦ·
καὶ ἐξέλιπον ἐν ματαιότητι αἱ ἡμέραι αὐτῶν, καὶ τὰ ἔτη αὐτῶν μετὰ σπουδῆς.
ἄταν ἀπέκτεννεν αὐτοὺς ἐζήτουν αὐτόν, καὶ ἐπέστρεφον καὶ ὥρθριζον πρὸς τὸν θεόν·
καὶ ἐμνήσθησαν ὅτι ὁ θεὸς βοηθὸς αὐτῶν ἐστιν, καὶ ὁ θεὸς ὁ ὕψιστος λυτρωτὴς αὐτῶν ἐστιν.
καὶ ἠγάπησαν αὐτὸν ἐν τῷ στόματι αὐτῶν, καὶσσῃ αὐτῶν ἐψεύσαντο αὐτῷ·
ἡ δὲ καρδία αὐτῶν οὐκ εὐθεῖα μετʼ αὐτοῦ, οὐδὲ ἐπιστώθησαν ἐν τῇ διαθήκῃ εὐτοῦ.
αὐτὸς δέ ἐστιν οἰκτίρμων καὶ ἱλάσεται ταῖς ἁμαρτίαις αὐτῶν, καὶ οὐ διαφθερεῖ καὶ πληθυνεῖ τοῦ ἀποστρέψαι τὸν θυμὸν αὐτοῦ, καὶ οὐχὶ ἐκκαύσει πᾶσαν τὴν ὀργὴν αὐτοῦ.
καὶ ἐμνήσθη ὅτι σάρξ εἰσιν. πνεῦμα πορευόμενον καὶ οὐκ ἐπιστρέφον.
ποσάκις παρεπίκραναν αὐτὸν ἐν τῇ ἐρήμῳ, παρώργισαν αὐτὸν ἐν γῇ ἀνύδρῳ;
καὶ ἐπέστρεψαν καὶ ἐπείρασαν τὸν θεόν, καὶ τὸν ἅγιον τοῦ Ἰσραὴλ παρώξυναν.
οὐκ ἐμνήσθησαν τῆς χειρὸς αὐτοῦ, ἡμέρας ἧς ἐλυτρώσατο αὐτοὺς ἐκ χειρὸς θλίδοντος·
ὡς ἔθετο ἐν Αἰγύπτῳ τὰ σημεῖα αὐτοῦ, καὶ τὰ τέρατα αὐτοῦ ἐν πεδίῳ Τάνεως·
καὶ μετέστρεψεν εἰς αἷμα τοὺς ποταμοὺς αὐτῶν, καὶ τὰ ὀμβρήματα αὐτῶν ὅπως μὴ πίωσιν·
ἐξαπέστειλεν εἰς αὐτοὺς κυνόμυιαν καὶ κατέφαγεν αὐτούς, καὶ βάτραχον καὶ διέφθειρεν αὐτούς·
καὶ ἔδωκεν τῇ ἐρυσίβῃ τὸν καρπὸν αὐτῶν, καὶ τοὺς πόνους αὐτῶν τῇ ἀκρίδι·
ἀπέκτεινεν ἐν χαλάζῃ τὴν ἄμπελον αὐτῶν, καὶ τὰς συκαμίνους αὐτῶν ἐν τῇ πάχνῃ·
καὶ παρέδωκεν ἐν χαλάζῃ τὰ κτήνη αὐτῶν. καὶ τὴν ὕπαρξιν αὐτῶν τῷ πυρί
ἐξαπέστειλεν εἰς αὐτοὺς ὀργὴν θυμοῦ αὐτοῦ, θυμὸν καὶ ὀργὴν καὶ θλίψιν, ἀποστολὴν δι᾿ ἀγγέλων πονηρῶν·
ὡδοποίησεν τρίβον τῇ ὀργῇ αὐτοῦ, οὐκ ἐφείσατο ἀπὸ θανάτου τῶν ψυχῶν αὐτῶν, καὶ τὰ κτήνη αὐτῶν εἰς θάνατον συνέκλεισεν·
καὶ ἐπάταξεν πᾶν πρωτότοκον ἐν Αἰγύπτῳ, ἀπαρχὴν τῶν πόνων αὐτῶν ἐν τοῖς σκηνώμασι Χάμ.
καὶ ἀπῆρεν ὡς πρόβατα τὸν λαὸν αὐτοῦ καὶ ἤγαγεν αὐτοὺς ὡς ποίμνιον ἐν ἐρήμῳ
καὶ ὡδήγησεν αὐτοὺς ἐν ἐλπίδι καὶ οὐκ ἐδειλίασαν, καὶ τοὺς ἐχθροὺς αὐτῶν ἐκάλυψεν θάλασσα.
καὶ εἰσήγαγεν αὐτοὺς εἰς ὄρος ἁγιάσματος αὐτοῦ, ὄρος τοῦτο ὁ ἐκτήσατο ἡ δεξιὰ αὐτοῦ·
καὶ ἐξέβαλεν ἀπὸ προσώπου αὐτῶν ἔθνη, καὶ ἐκληροδότησεν αὐτοὺς ἐν σχοινίῳ κληροδοσίας, καὶ κατεσκήνωσεν ἐν τοῖς σκηνώμασιν αὐτῶν ταῖς φυλαῖς τοῦ Ἰσραήλ.
καὶ ἐπείρασαν καὶ παρεπίκραναν τὸν θεὸν τὸν ὕψιστον, καὶ τὰ μαρτύρια αὐτοῦ οὐκ ἐφυλάξαντο·
καὶ ἐπέστρεψαν καὶ ἠσυνθέτησαν καθὼς καὶ οἱ πατέρες αὐτῶν καὶ μετεστράφησαν εἰς τόξον στρεβλόν·
καὶ παρώργισαν αὐτὸν ἐπὶ τοῖς βουνοῖς αὐτῶν, καὶ ἐν τοῖς γλυπτοῖς αὐτῶν παρεζήλωσαν αὐτόν.
ἤκουσεν ὁ θεός, καὶ ὑπερεῖδεν καὶ ἐξουδένωσεν τὸν Ἰσραὴλ σφόδρα·
καὶ ἀπώσατο τὴν σκηνὴν Σηλώμ, σκήναωμα αὐτοῦ οὗ κατεσκήνωσεν ἐν ἀνθρώποις·
καὶ παρέδωκεν εἰς αἰχμαλωσίαν τὴν ἰσχὺν αὐτῶν, καὶ τὴν καλλονὴν αὐτοῦ εἰς χεῖρας ἐχθροῦ·
καὶ συνέκλεισεν εἰς ῥομφαίαν τὸν λαὸν αὐτοῦ, καὶ τὴν κληρονομίαν αὐτοῦ ὑπερεῖδεν.
τοὺς νεανίσκους αὐτῶν κατέφαγεν πῦρ, καὶ αἱ παρθένοι αὐτῶν οὐκ ἐπένθησαν·
οἱ ἱερεῖς αὐτῶν ἐν ῥομφαίᾳ ἔπεσαν. καὶ αἱ χῆραι αὐτῶν οὐ κλαυσθήσονται.
καὶ ἐξηγέρθη ὡς ὁ ὑπνῶν Κύριος. ὡς δυνατὸς κεκραιπαληκὼς ἐξ οἴνου·
καὶ ἐπάταξεν τοὺς ἐχθροὺς αὐτῶν εἰς τὰ ὀπίσω, ὄνειδος αἰώνιον ἔδωκεν αὐτοῖς.
καὶ ἀπώσατο τὸ σκήνωμα Ἰωσήφ, καὶ τὴν φυλὴν Ἐφράιμ οὐκ ἐξελέξατο·
καὶ ἐξελέξατο τὴν φυλὴν Ἰούδα, τὸ ὄρος τὸ Σειὼν ἠγάπησεν.
καὶ ᾠκοδόμησεν ὡς μονοκερώτων τὸ ἁγίασμα αὐτοῦ, ἐν τῇ γῇ ἐθεμελίωσεν αὐτὴν εἰς τὸν αἰῶνα.
καὶ ἐξελέξατο Δαυεὶδ τὸν δοῦλον αὐτοῦ, καὶ ἀνέλαβεν αὐτὸν ἐκ τῶν ποιμνίων τῶν προβάτων·
ἐξόπισθεν τῶν λοχευομένων ἔλαβεν αὐτόν, ποιμαίνειν Ἰακὼβ τὸν δοῦλον αὐτοῦ καὶ Ἰσραὴλ τὴν κληρονομίαν αὐτοῦ.
καὶ ἐποίμανεν αὐτοὺς ἐν νῇ ἀκακίᾳ τῆς καρδίας αὐτοῦ, καὶ ἐν τῇ συνέσει τῶν χειρῶν αὐτοῦ ὡδήγησεν αὐτούς.