Εἰς τὸ τέλος, ὐπὲρ Ἰδιθούμ· τῷ Ἀσὰφ ψαλμός.
—
Φωνῇ μου πρὸς Κύριον ἐκέκραξα, καὶ ἡ φωνή μου πρὸς τὸν θεόν, καὶ προσέσχεν μοι.
—
ἐν ἡμέρᾳ θλίψεως μου τὸν θεὸν ἐξεζήτησα, ταῖς χερσίν μου νυκτὸς ἐναντίον αὐτοῦ, καὶ οὐκ ἠπατήθην· ἀπηνήνατο παρακληθῆναι ἡ ψυχή μου.
—
ἐμνήσθην τοῦ θεοῦ καὶ εὐφράνθην· ἠδολέσχησα καὶ ὠλιγοψύχησεν τὸ πνεῦμα μου. διάψαλμα.
—
προκατελάβοντο φυλακὰς οἱ ἐχθροί μου· ἐταράχθην καὶ οὐκ ἐλάλησα.
—
διελογισάμην ἡμέρας ἀρχαίας. καὶ ἔτη αἰώνια
—
ἐμνήσθην καὶ ἐμελέτησα· νυκτὸς μετὰ τῆς καρδίας μου ἠδολέσχουν, καὶ ἔσκαλεν τὸ πνεῦμά μου.
—
μὴ εἰς τοὺς αἰῶνας ἀπώσεται Κύριος. καὶ οὐ προσθήσει τοῦ εὐδοκῆσαι ἔτι;
—
ἡ εἰς τέλος ἀποκόψει τὸ ἔλεος ἀπὸ γενεᾶς καὶ γενεᾶς;
—
ἡ ἐπιλήσεται τοῦ οἰκτειρῆσαι ὁ θεός, ἡ συνέξει τοὺς οἰκτειρμοὺς αὐτοῦ ἐν τῇ ὀργῇ αὐτοῦ διάψαλμα.
—
καὶ εἶπα Νῦν ἠρξάμην. αὕτη ἡ ἀλλοίωσις τῆς δεξιᾶς τοῦ ὑψίστου
—
ἐμνήσθην τῶν ἔργων Κυρίου, ὅτι μνησθήσομαι ἀπὸ τῆς ἀρχῆς τῶν θαυμασίων σου,
—
καὶ μελετήσω ἐν πᾶσιν τοῖς ἔργοις σου, καὶ ἐν τοῖς ἐπιτηδεύμασίν σου ἀδολεσχήσω.
—
ὁ θεός, ἐν τῆ ἁγἰῳ ἡ ὁδός σουοὐ
—
εἶ ὁ θεὸς ἡμῶν ὁ ποιῶν θαυμάσια, τίς θεὸς μέγας ὡς ὁ θεὸς ἡμῶν ἐγνώρισας ἐν τοῖς λαοῖς σου τὴν δύναμίν σου·
—
ἐλυτρώσω ἐν τῷ βραχίονί σου τὸν λαόν σου, τοὺς υἱοὺς Ἰακὼβ καὶ Ἰωσήφ. διάψαλμα.
—
εἴδοσάν σε ὕδατα, ὁ θεός, εἴδοσάν σε ὕδατα καὶ ἐφοβήθησαν, καὶ ἐταράχθησαν ἄβυσσοι
—
π λῆθος ἠχοῦς ὕδατος· φωνὴν ἔδωκαν αἱ νεφέλαι, καὶ γὰρ τὰ βέλη σου διαπορεύονται·
—
φωνὴ τῆς βροντῆς σου ἐν τῷ τροχῷ, ἐσαλεύθη καὶ ἔντρομος ἐγενήθη ἡ γῆ.
—
ἐν τῇ θαλάσσῃ ἡ ὁδός σου, καὶ αἱ τρίβοι σου ἐν ὕδασι πολλοῖς, καὶ τὰ ἴχνη σου οὐ γνωσθήσονται.
—
ὡδήγησας ὡς πρόβατα τὸν λαόν σου ἐν χειρὶ Μωυσῆ καὶ Ἀαρών.
—