Εἰς τὸ τέλος, ἐν ὕμνοις· ψαλμὸς τῷ Ἀσάφ. ᾠδή, πρὸς τὸν Ἀσσύριον.
—
Γνωστὸς ἐν τῆ Ἰουδαἰᾳ ὁ θεός, ἐν τῷ Ἰσραὴλ μέγα τὸ ὄνομα αὐτοῦ.
—
καὶ ἐγενήθη ἐν εἰρήνῃ ὁ τόπος αὐτοῦ, καὶ τὸ κατοικητήριον αὐτοῦ ἐν Σιών·
—
ἐκεῖ συνέτριψεν τὰ κράτη τῶν τόξων, ὅπλον καὶ ῥομφαίαν καὶ πόλεμον· ἐκεῖ συνκλάσει τὰ κέρατα. διάφαλμα.
—
φωτίζεις σὺ θαυμαστῶς ἀπὸ ὀρέων αἰωνίων.
—
ἐταράχθησαν πάντες οἱ ἀσύνετοι τῇ καρδίᾳ· ὕπνωσαν ὕπνον αὐτῶν, καὶ οὐχ εὗρον οὐδὲν πάντες οἱ ἄνδρες τοῦ πλούτου ταῖς χερσὶν αὐτῶν.
—
ἀπὸ ἐπιτιμήσεως σου, ὁ θεὸς Ἰακώβ, ἐνύσταξαν οἱ ἐπιβεβηκότες τοὺς ἵππους.
—
σὺ φοβερὸς εἶ, καὶ τίς ἀντιστήσεταί σοι ἀπὸ τῆς ὀργῆς σους
—
ἐκ τοῦ οὐρανοῦ ἠκόντισας κρίσιν, γῆ ἐφοβήθη καὶ ἡσύχασεν,
—
ἐν τῷ ἀναστῆναι εἰς κρίσιν τὸν θεόν, τοῦ σῶσαι πάντας τοὺς πρᾳεῖς τῇ καρδίᾳ. διάψαλμα.
—
ὅτι ἐνθύμιον ἀνθρώπου ἐξομολογήσεταί σοι, καὶ ἐνκατάλιμμα ἐνθυμίου ἑορτάσει σοι.
—
εδξασθε καὶ ἀπόδοτε Κυρίῳ τῷ θεῷ ἡμῶν· πάντες οἱ κύκλῳ αὐτοῦ οἴσουσιν δῶρα
—
τῷ φοβερῷ καὶ ἀφαιρουμένῳ πνεύματα ἀρχόντων, φοβερῷ παρὰ τοῖς βασιλεῦσι τῆς γῆς.
—