Skip to content

Parallel

Psalms 61

Swete's Septuagint · Berean Standard Bible

Εἰς τὸ τέλος, ὐπὲρ Ἰδιθούν· ψαλμός τῷ Δαυείδ.
Οὐχὶ τῷ θεῷ ὑποταγήσεται ἤ ψυχἠμου ; παρʼ αὐτοῦ γὰρ τὸ σωτήριόν μου.
καὶ γὰρ αὐτὸς ὁ θεός μου καὶ σωτὴρ μου, ἀντιλήμπτωρ μου· οὐ μὴ σαλευθῶ ἐπὶ πλεῖον.
ἕως πότε ἐπιτίθεσθε ἐπʼ ἄνθρωπον ; φονεύετε πάντες ὡς τοίχῳ κεκλιμένῳ καὶ φραγμῷ ὠσμένῳ.
πλὴν τὴν τιμήν μου ἐβουλεύσαντο ἀπώσασθαι, ἔδραμον ἐν δίψει τῷ στόματι αὐτῶν εὐλογοῦσαν, καὶ τῇ καρδίᾳ αὐτῶν κατηρῶντο.
πλὴν τῷ θεῷ ὑποτάγηθι, ψυχῇ μου, ὅτι παρʼ αὐτοῦ ἡ ὑπομονή μου.
ὅτι αὐτὸς θεός μου καὶ σαωτήρ μου, ἀντιλήμπτωρ μου· οὐ μὴ μεταναστεύσω.
ἐπὶ τῷ θεῷ τὸ σωτήριόν μου καὶ ἡ δόξα μου· διάγαλμα. ὁ θεὸς τῆς βοηθείας μου, καὶ ἡ ἐλπίς μου ἐπὶ τῷ θεῷ.
ἐλπίσατε ἐπʼ αὐτόν, πᾶσα συναγωγὴ λαοῦ· ἐκχέετε ἐνώπιον αὐτοῦ τὰς καρδίας ὑμῶν· ὁ θεὸς βοηθὸς ἡμῶν. διάψαλμα.
πλὴν μάταιοι οἱ υἱοὶ τῶν ἀνθρώπων, ψευδεῖς οἱ υἱοὶ τῶν ἀνθρώπαων ἐν ζυγοῖς τοῦ ἀδικῆσαι. αὐτοὶ ἐκ ματαιότητος ἐπὶ τὸ αὐτό.
μὴ ἐλπίζετε ἐπὶ ἀδικίαν, καὶ ἐπὶ ἁρπάγματα μὴ ἐπιποθεῖτε· πλοῦτος ἐὰν ῥέῃ, μὴ προστίθεσθε καρδίαν.
ἅπαξ ἐλάλησεν ὁ θεός, δύο ταῦτα ἤκουσα, ὅτι τὸ κράτος τοῦ θεοῦ
καὶ σοῦ, κύριε, τὸ ἔλεος, ὅτι σὺ ἀποδώσεις ἑκάστῳ κατὰ τὰ ἔργα αὐτυῦ.