Skip to content

Parallel

Psalms 60

Swete's Septuagint · Berean Standard Bible

Εἰς τὸ τέλος, ἐν ὔμνοις· τῷ Δαυείδ.
Εἰσάκουσον τῆς δεήσεως μου, πρόσχες τῆς προσευχῆς μου.
ἀπὸ τῶν περάτων τῆς γῆς πρὸς σὲ ἐκέκραξα. ἐν τῷ ἀκηδιάσαι τὴν καρδίαν μου. ἐν πέτρᾳ ὕψωσάς με, ὡδήγησάς με,
ὅτι ἐγενήθης ἐλπίς μου. πύργος ἰσχύος ἀπὸ προσώπου ἐχθροῦ.
παροικήσω ἐν τῷ σκηνώματί σου εἰς τοὺς αἰῶνας, διάψαλμα. σκεπασθήσομαι ἐν σκέπῃ τῶν πτερύγων σου.
ὅτι σύ, ὁ θεός, εἰσήκουσας τῶν προσευχῶν μου, ἔδωκας κληρονομίαν τοῖς φοβουμένοις τὸ ὄνομά σου.
ἡμέρας ἐφʼ ἡμέρας βασιλέως προσθήσεις ἔτη αὐτοῦ, ἕως ἡμέρας γενεᾶς καὶ γενεᾶς.
διαμενεῖ εἰς τὸν αἰῶνα ἐνώπιον τοῦ θεοῦ· ἔλεος καὶ ἀλήθειαν αὐτοῦ τίς ἐκζητήσει αὐτῶν
οὕτως ψαλῶ τῷ ἀνόματί σου εἰς τὸν αἰῶνα τοῦ αἰῶνος, τοῦ ἀποδοῦναί με τὰς εὐχάς μου ἡμέραν ἐξ ἡμέρας.