Skip to content

Parallel

Psalms 59

Swete's Septuagint · Berean Standard Bible

Εἰς τὸ τέλος· τοῖς ἀλλοιωθησομένοις, ἔτι εἰς στηλογραφίαν
τῷ Δαυείδ, εἰς διδαχήν, ὁπότε ἐνεπύρισεν τὴν Μεσοποταμίαν Συρίας καὶ τὴν Συρίαν Σωβάλ, καὶ ἐπέστρεψεν Ἰωὰβ καὶ ἐπάταξεν τὴν φάραγγα τῶν ἁλῶν δώδεκα χιλιάδας.
Ὁ θεός, ἀπώσω ἡμᾶς καὶ καθεῖλες ἡμᾶς, ὑργίσθης καὶ οἰκτειρησας ἡμᾶς.
συνέσεισας τὴν γῆν καὶ συνετάραξας αὐτήν· ἴασαι τὰ συντρίμματα αὐτῆς, ὅτι ἐσαλεύθησαν,
ἔδειξας τῷ λαῷ σου σκληρά, ἐπότισας ἡμᾶς οἶνον κατανύξεως.
ἔδξδωκας τοῖς φοβουμένοις σε σημείωσιν, τοῦ φυγεῖν ἀπὸ προσάπου τόξου. διάψαλμα.
ὅπως ἂν ῥυσθῶσιν οἱ ἀγαπητοί σου, σῶσον τῇ δεξιᾷ σου καὶ ἐπάκουσόν μου.
ὁ θεὸς ἐλάλησεν ἐν τῷ ἁγίῳ αὐτοῦ Ἀγαλλιάσομαι καὶ διαμεριῶ Σίκιμα, καὶ τὴν κοιλάδα τῶν σκηνῶν διαμετρήσω.
ἐμός ἐστιν Γαλαάδ, καὶ ἐμός ἐστιν Μανασσή, καὶ Ἐφράιμ κραταίωσις τῆς κεφαλῆς μου· Ἰούδας βασιλεύς μου,
Μωὰβ λέβης τῆς ἐλπίδος μου· ἐπὶ τὴν Ἰδουμαίαν ἐκτενῶ τὸ ὑπόδημά μου. ἐμοὶ ἀλλόφυλοι ὑπετάγησαν.
τίς ἀπάξει με εἰς πόλιν περιοχῆς; τίς ὁδηγήσει με ἕως τῆς Ἰδουμαίας;
οὐχὶ σύ, ὁ θεός, ὁ ἀπωσάμενος ἡμᾶς; καὶ οὐχὶ ἐξελεύσῃ, ὁ θεός, ἐν ταῖς δυνάμεσιν ἡμῶν
δὸς ἡμῖν βοήθειαν ἐκ θλίψεως καὶ ματαία σωτηρία ἀνθρώπου.
ἐν δὲ τῷ θεῷ ποιήσομεν δύναμιν, καὶ αὐτὸς ἐξουδενώσει τοὺς θλίβοντας ἡμᾶς.