ψαλμὸς τῷ Δαυείδ, ἐν τῷ εἶναι αὐτὸν ἐν τῇ ἐρήμῳ τῆς Ἰδουμαίας.
—
Ὁ θεὸς ὁ θεός μου. πρὸς σὲ ὀρθρίζω· ἐδίψησέν σοι ἡ ψυχή μου. ποσαπλῶς σοι ἡ σάρξ μου. ἐν γῇ ἐρήμῳ καὶ ἀβάτῳ καὶ ἀνύδρῳ.
—
οὕτως ἐν τῷ ἁγίῳ ὤφθην σοι, τοῦ ἰδεῖν τὴν δύναμίν σου καὶ τὴν δόξαν σου.
—
ὅτι κρεῖσσον τὸ ἔλεός σου ὑπέρ ζωάς, τὰ χείλη μου ἐπαινέσουσίν σε.
—
οὕτως εὐλογήσω σε ἐν τῆ ζωῇ μου. ἐν τῷ ὀνόματί σου ἀρῶ τὰς χεῖράς μου.
—
ὼσεὶ στέατος καὶ πιότητος ἐμπλησθείη ἡ ψυχή μου. καὶ χείλη ἀγαλλιάσεως αἰνέσει τὸ ὄνομά σου.
—
εἰ ἐμνημόνευόν σου ἐπὶ τῆς στρωμνῆς μου, ἐν τῷ ὄρθρῳ μου ἐμελέτων εἰς σέ·
—
ὅτι ἐγενήθης βοηθός μου. καὶ ἐν τῇ σκέπῃ τῶν πτερύγων σου ἀγαλλιάσομαι.
—
ἐκολλήθη ἡ ψυχή μου ὀπίσω σου, ἐμοῦ ἀντελάβετο ἡ δεξιά σου.
—
αὐτοὶ δὲ εἰς μάτην ἐζήτησαν τὴν ψυχήν μου, εἰσελεύσονται εἰς τὰ κατώτατα τῆς γῆς,
—
παραδοθήσονται εἰς χεῖρας ῥομφαίας, μερίδες ἀλωπέκων ἔσονται.
—
ὁ δὲ βασιλεὺς εὐφρανθήσεται ἐπὶ τῷ θεῷ, ἐπαινεσθήσεται πᾶς ὁ ὀμνύων ἐν αὐτῷ, ὅτι ἐνεφράγη στόμα λαλούντων ἄδικα.
—