Εἰς τὸ τέλος· ὑπὲρ τῶν υἱῶν Κόρε, ὑπὲρ τῶν κρυφίων ψαλμός.
—
Ὁ θεὸς ἡμῶν καταφυγὴ καὶ δύναμις. βοηθὸς ἐν θλίψεσιν ταῖς εὑρούσαις ἡμᾶς σφόδρα.
—
διὰ τοῦτο οὐ φοβηθησόμεθα ἐν τῷ ταράσσεσθαι τὴν γῆν καὶ μετατίθεσθαι ὄρη ἐν καρδίαις θαλασσῶν.
—
ἤχησαν καὶ ἐταράχθησαν τὰ ὕδατα αὐτῶν, ἐταράχθησαν τὰ ὄρη ἐν τῇ κραταιότητι αὐτοῦ. διάψαλμα.
—
τοῦ ποταμοῦ τὰ ὁρμήματα εὐφραίνουσιν τὴν πόλιν τοῦ θεοῦ· ἡγίασεν τὸ σκήνωμα αὐτοῦ ὁ ὕψιστος.
—
ὁ θεὸς ἐν μέσῳ αὐτῆς, οὐ σαλευθήσεται βοηθήσει αὐτῇ ὁ θεὸς τῷ προσώπῳ.
—
ἐταράχθησαν ἔθνη, ἔκλιναν βασιλεῖαι· ἔδωκεν φωνὴν αὐτοῦ, ἐσαλεύθη ἡ γῆ.
—
Κύριος τῶν δυνάμεων μεθʼ ἡμῶν, ἀντιλήμπτωρ ἡμῶν ὁ θεὸς Ἰακώβ. διάψαλμα.
—
δεῦτε, ἴδετε τὰ ἔργα Κυρίου, ἂ ἔθετο τέρατα ἐπὶ τῆς γῆς·
—
ἀνταναιρῶν πολέμους μέχρι τῶν περάτων τῆς γῆς. τόξον συντρίψει καὶ συνκλάσει ὅπλον, καὶ θυρεοὺς κατακαύσει ἐν πυρί.
—
σχολάσατε, καὶ γνῶτε ὅτι ἐγὼ εἰμι ὁ θεός· ὑψωθήσομαι ἐν τοῖς ἔθνεσιν, ὑψωθήσομαι ἐν τῇ γῇ.
—
Κύριος τῶν δυνάμεων μεθʼ ἡμῶν, ἀντιλήμπτωρ ἡμῶν ὁ θεὸς Ἰακώβ.
—