Skip to content

Parallel

Psalms 44

Swete's Septuagint · Berean Standard Bible

Εἰς τὸ τέλος, ὑπὲρ τῶν ἀλλοιωθησομένων· τοῖς υἱοῖς Κόρε εἰς σύνεσιν· ᾠδὴ ὑπὲρ τοῦ ἀγαπητοῦ.
—
Ἐξηρεύξατο ἡ καρδία μου λόγον ἀγαθόν, λέγω ἐγὼ τὰ ἔργα μου τῷ βασιλεῖ ἡ γλῶσσά μου κάλαμος γραμματέως ὀξυγράφου.
—
ὡραῖος κάλλει παρὰ τοὺς υἱοὺς τῶν ἀνθρώπων, ἐξεχύθη ἡ χάρις ἐν χείλεσίν σου· διὰ τοῦτο εὐλόγησέν σε ὁ θεὸς εἰς τὸν αἰῶνα.
—
περιζώσαι τὴν ῥομφαίαν σου ἐπὶ τὸν μηρόν σου, Δυνατέ, τῇ ὡραιότητί σου καὶ τῷ κάλλει σου,
—
καὶ ἔντεινον, καὶ κατευοδοῦ καὶ βασίλευε ἕνεκεν ἀληθείας καὶ πραύτητος καὶ δικαιοσύνης, καὶ ὁδηγήσει σε θαυμαστῶς ἡ δεξιά σου.
—
τὰ βέλη σου ἠκονημένα, Δυνατέ· λαοὶ ὑποκάτω σου πεσοῦνται ἐν καρδίᾳ τῶν ἐχθρῶν τοῦ βασιλέως.
—
ὁ θρόνος σου, ὁ θεός, εἰς αἰῶνα αἰῶνος, ῥάβδος εὐθύτητος ἡ ῥάβδος τῆς βασιλείας σου.
—
ἠγάπησας δικαιοσύνην καὶ ἐμἱσησας ἀνομίαν· διὰ τοῦτο ἔχρισέν σε ὁ θεός, ὁ θεός σου, ἔλαιον ἀγαλλιάσεως παρὰ τοὺς μετόχους σου.
—
σμύρνα καὶ στακτὴ καὶ κασία ἀπὸ τῶν ἱματίων σου, ἀπὸ βάρεων ἐλεφαντίνων, ἐξ ὧν ηὔφρανάν σε.
—
θυγατέρες βασιλέων ἐν τῇ τιμῇ σου· παρέστη ἡ βασίλισσα ἐκ δεξιῶν σου, ἐν ἱματισμῷ διαχρύσῳ περιβεβλημένη πεποικιλμένη.
—
ἄκουσον, θύγατερ, καὶ ἴδε καὶ κλῖνον τὸ οὗς σου, καὶ ἐπιλάθου τοῦ λαοῦ σου καὶ τοῦ οἴκου τοῦ πατρός σου·
—
ὅτι ἐπεθύμησεν ὁ βασιλεὺς τοῦ κάλλους σου, ὅτι αὐτός ἐστιν ὁ κύριός σου.
—
καὶ προσκυνήσουσιν αὐτῷ θυγατέρες Τύρου ἐν δώροις. τὸ πρόσωπόν σου λιτανεύσουσιν οἱ πλούσιοι τοῦ λαοῦ τῆς
—
πᾶσα ἡ δόξα αὐτῆς θυγατρὸς βασιλέως Ἑσεβών· ἐν κροσωτοῖς χρυσοῖς περιβεβλημένη πεποικιλμένη.
—
ἀπενεχθήσονται τῷ βασιλεῖ παρθένοι ὀπίσω αὐτῆς, αἱ πλησίον αὐτῆς ἀπενεχθήσονταί σοι·
—
ἀπενεχθήσονται ἐν εὐφροσύνῃ καὶ ἀγαλλιάσει, ἀχθήσονται εἰς ναὸν βασιλέως.
—
ἀντὶ τῶν πατέρων σου ἐγεννήθησάν σοι υἱοί· καταστήσεις αὐτοὺς ἄρχοντας ἐπὶ πᾶσαν τὴν γῆν.
—
μνησθήσονται τοῦ ὀνόματός σου ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ· διὰ τοῦτο λαοὶ ἐξομολογήσονταί σοι εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.
—