Εἰς τὸ τέλος· τοῖς υἱοῖς Κόρε εἰς σύνεσιν ψαλμός.
—
Ὁ θεός, ἐν τοῖς ὠσὶν ἡμῶν ἠκούσαμεν, οἱ πατέρες ἡμῶν ἀνήγγειλαν ἡμῖν, ἔργον ὃ εἰργάσω ἐν ταῖς ἡμέραις αὐτῶν, ἐν ἡμέραις ἀρχαίαις.
—
ἡ χείρ σου ἔθνη ἐξωλόθρευσεν, καὶ κατεφύτευσας αὐτούς, ἐκάκωσας λαοὺς καὶ ἐξέβαλες αὐτούς.
—
οὐ γὰρ ἐν τῇ ῥομφαίᾳ αὐτῶν ἐκληρονόμησαν γῆν. καὶ ὁ βραχίων αὐτῶν οὐκ ἔσωσεν αὐτούς· ἀλλ᾿ ἡ δεξιά σου καὶ ὁ βραχίων σου καὶ ὁ φωτισμὸς τοῦ προσώπου σου, ὅτι εὐδόκησας ἐν αὐτοῖς.
—
σὺ εἶ αὐτὸς ὁ βασιλεύς μου καὶ ὁ θεός μου, ὁ ἐντελλόμενος τὰς σωτηρίας Ἰακώβ.
—
ἐν σοὶ τοὺς ἐχθροὺς ἡμῶν κερατιοῦμεν, καὶ ἐν τῷ ὀνόματί σου ἐξουθενώσομεν τοὺς ἐπανιστανομένους ἡμῖν.
—
οὐ γὰρ ἐπὶ τῷ τόξῳ μου ἐλπιῶ, καὶ ἡ ῥομφαία μου οὐ σώσει με·
—
ἐν τῷ θεῷ ἐπαινεσθησόμεθα ὅλην τὴν ἡμέραν, καὶ ἐν τῷ ὀνόματί σου ἐξομολογησόμεθα εἰς τὸν αἰῶνα. διάψαλμα.
—
νυνὶ δὲ ἀπώσω καὶ κατῄσχυνας ἡμᾶς, καὶ οὐκ ἐξελεύσῃ ἐν ταῖς δυνάμεσιν ἡμῶν.
—
ἀπέστρεψας ἡμᾶς εἰς τὰ ὀπίσω παρὰ τοὺς ἐχθροὺς ἡμῶν. καὶ οἱ μισοῦντες ἡμᾶς διήρπαζον ἑαυτοῖς·
—
ἔδωκας ἡμᾶς ὡς πρόβατα βρώσεως, καὶ ἐν τοῖς ἔθνεσιν διέσπειρας ἡμᾶς·
—
ἀπέδου τὸν λαόν σου ἄνευ τιμῆς, καὶ οὐκ ἣν πλῆθος ἐν τοῖς ἀλαλάγμασιν αὐτῶν·
—
ἔθου ἡμᾶς ὄνειδος τοῖς γείτοσιν ἡμῶν, μυκτηρισμὸν καὶ καταγέλωτα τοῖς κύκλῳ ἡμῶν·
—
ἔθου ἡμᾶς εἰς παραβολὴν ἐν τοῖς ἔθνεσιν, κίνησιν κεφαλῆς ἐν τοῖς λαοῖς.
—
ὅλην τὴν ἡμέραν ἡ ἐντροπὴ μου κατεναντίον μού ἐστιν, καὶ ἡ αἰσχύνη τοῦ προσώπου μου ἐκάλυψέν με,
—
ἀπὸ φωνῆς ὀνειδίζοντος καὶ παραλαλοῦντος, ἀπὸ προσώπου ἐχθροῦ καὶ ἐκδιώκοντος.
—
ταῦτα πάντα ἦλθεν ἐφʼ ἡμᾶς, καὶ οὐκ ἐπελαθόμεθά σου. καὶ οὐκ ἠδικήσαμεν ἐν διαθήκῃ σου·
—
καὶ οὐκ ἀπέστη εἰς τὰ ὀπίσω ἡ καρδία ἡμῶν, καὶ ἐξέκλινας τοὺς τρίβους ἡμῶν ἀπὸ τῆς ὁδοῦ σου.
—
ὄτι ἐταπείνωσας ἡμᾶς ἐν τόπῳ κακώσεως, καὶ ἐπεκάλυψεν ἡμᾶς σκιὰ θανάτου.
—
εἰ ἐπελαθόμεθα τοῦ ὀνόματος τοῦ θεοῦ ἡμῶν, καὶ εἰ διεπετάσαμεν χεῖρας ἡμῶν πρὸς θεὸν ἀλλότριον.
—
οὐχὶ ὁ θεὸς ἐκζητήσει ταῦτα; αὐτὸς γὰρ γινώσκει τὰ κρύφια τῆς καρδίας.
—
ὅτι ἕνεκα σοῦ θανατούμεθα ὅλην τὴν ἡμέραν, ἐλογίσθημεν ὡς πρόβατα σφαγῆς.
—
ἐξεγέρθητι· ἵνα τί ὑπνοῖς, κύριε ἀνάστηθι καὶ μὴ ἀπώσῃ εἰς τέλος.
—
ἵνα τί τὸ πρόσωπόν σου ἀποστρέφεις ἐπιλανθάνῃ τῆς πτωχίας ἡμῶν καὶ τῆς θλίψεως ἡμῶν
—
ὅτι ἐταπεινώθη εἰς χοῦν ἡ ψυχὴ ἡμῶν, ἐκολλήθη εἰς γῆν ἡ γαστὴρ ἡμῶν.
—
ἀνάστα, Κύριε, βοήθησον ἡμῖν καὶ λύτρωσαι ἡμᾶς ἕνεκεν τοῦ ὀνόματός σου.
—