Εἰς τὸ τέλος· ὑπερ τῶν υἱῶν Κόρε ψαλμός.
—
ΙΙάντα τὰ ἔθνη κροτήσατε χεῖρας. ἀλαλάξατε τῷ θεῷ ἐν φωνῇ ἀγαλλιάσεως.
—
ὅτι Κύριος Ὕψιστος φοβερός. βασιλεὺς μέγας ἐπὶ πᾶσαν τὴν γῆν.
—
ὑπέταξεν λαοὺς ἡμῖν, καὶ ἔθνη ὑπὸ τοὺς πόδας ἡμῶν·
—
ἐξελέξατο ἡμῖν τὴν κληρονομίαν αὐτοῦ, τὴν καλλονὴν Ἰακὼβ ἣν ἠγάπησεν. διάψαλμα.
—
ἀνέβη ὁ θεὸς ἐν ἀλαλαγμῷ, Κύριος ἐν φωνῇ σάλπιγγος.
—
ψάλατε τῷ θεῷ ἡμῶν, ψάλατε· ψάλατε τῷ βασιλεῖ ἡμῶν, ψάλατε·
—
ὅτι βασιλεὺς πάσης τῆς γῆς ὁ θεός, ψάλατε συνετῶς.
—
ἐβασίλευσεν ὁ θεὸς ἐπὶ τὰ ἔθνη, ὁ θεὸς κάθηται ἐπὶ θρόνου ἁγίου αὐτοῦ.
—
ἄρχοντες λαῶν συνήχθησαν μετὰ τοῦ θεοῦ Ἀβραάμ, ὅτι τοῦ θεοῦ οἱ κραταιοὶ τῆς γῆς σφόδρα ἐπήρθησαν.
—