Ἐνέγκατε τῷ κυρίῳ, υἱοὶ θεοῦ, ἐνέγκατε τῷ κυρίῳ υἱοὺς κριῶν· ἐνέγκατε τῷ κυρίῳ δόξαν καὶ τιμήν.
—
ἐνέγκατε τῷ κυρίῳ δόξαν ὀνόματι αὐτοῦ· προσκυνήσατε τῷ κυρίῳ ἐν αὐλῇ ἁγίᾳ αὐτοῦ.
—
φωνὴ Κυρίου ἐπὶ τῶν ὑδάτων, ὁ θεὸς τῆς δόξης ἐβρόντησεν, Κύριος ἐπὶ ὑδάτων πολλῶν.
—
φωνὴ Κυρίου ἐν ἰσχύι, φωνὴ Κυρίου ἐν μεγαλοπρεπίᾳ.
—
φωνὴ Κυρίου συντρίβοντος κέδρους· συντρίψει Κύριος τὰς κέδρους τοῦ Λιβάνου,
—
καὶ λεπτυνεῖ αὐτὰς ὡς τὸν μόσχον τὸν Λίβανον· καὶ ὁ ἠγαπημένος ὡς υἱὸς μονοκερώτων.
—
φωνὴ Κυρίου διακόπτοντος φλόγα πυρός.
—
φωνὴ Κυρίου συνσείοντος ἔρημον, συνσείσει Κύριος τὴν ἔρημον Καδής.
—
φωνὴ Κυρίου καταρτιζομένου ἐλάφους, καὶ ἀποκαλύψει δρυμούς· καὶ ἐν τῷ ναῷ αὐτοῦ πᾶς τις λέγει δόξαν.
—
Κύριος τὸν κατακλυσμὸν κατοικιεῖ· καὶ καθιεῖται Κύριος βασιλεὺς εἰς τὸν αἰῶνα.
—
Κύριος ἰσχὺν τῷ λαῷ αὐτοῦ δώσει, Κύριος εὐλογήσει τὸν λαὸν αὐτοῦ ἐν εἰρήνῃ.
—