Parallel
Psalms 27
Swete's Septuagint · Berean Standard Bible
Πρὸς σέ, Κύριε, ἐκέκραξα, ὁ θεός μου. μὴ παρασιωπήσῃς ἐπʼ ἐμοί μή ποτε παρασιωπήσῃς ἐπʼ ἐμοὶ καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον.
—
εἰσάκουσον τῆς φωνῆς τῆς δεήσεώς μου ἐν τῷ δέεσθαί με πρὸς σέ, ἐν τῷ με αἴρειν χεῖράς μου εἰς ναὸν ἅγιόν σου.
—
μὴ συνελκύσῃς μετὰ ἁμαρτωλῶν τὴν ψυχὴν μου, καὶ μετὰ ἐργαζομένων ἀδικίαν μὴ συναπολέσῃς με. τῶν λαλούντων εἰρήνην μετὰ τῶν πλησίον αὐτῶν, κακὰ δὲ ἐν ταῖς καρδίαις αὐτῶν.
—
δὸς αὐτοῖς κατὰ τὰ ἔργα αὐτῶν καὶ κατὰ τὴν πονηρίαν τῶν ἐπιτηδευμάτων αὐτῶν· κατὰ τὰ ἔργα τῶν χειρῶν αὐτῶν δὸς αὐτοῖς, ἀπόδος τὸ ἀνταπόδομα αὐτῶν αὐτοῖς.
—
ὅτι οὐ συνῆκαν εἰς τὰ ἔργα Κυρίου καὶ εἰς τά ἔργα τῶν χειρῶν αὐτοῦ, καθελεῖς αὐτοὺς καὶ οὐ μὴ οἰκοδομήσεις αὐτούς.
—
Κύριος βοηθός μου καὶ ὑπερασπιστής μου· ἐπʼ αὐτῷ ἤλπισεν ἡ καρδία μου, καὶ ἐβοηθήθην. καὶ ἀνέθαλεν ἡ σάρξ μου· καὶ ἐκ θελήματός μου ἐξομολογήσομαι αὐτῷ.
—
σῶσον τὸν λαόν σου καὶ εὐλόγησον τὴν κληρονομίαν σου, καὶ ποίμανον αὐτοὺς καὶ ἔπαρον αὐτοὺς ἕως τοῦ αἰῶνος.
—