Εἰς τὸ τέλος· ψαλμὸς ᾠδῆς τοῦ ἐνκαινισμοῦ τοῦ οἴκου, τοῦ Δαυείδ.
—
Ὑψώσω σε, Κύριε, ὅτι ὑπέλαβές με, καὶ οὐκ ηὔφρανας τοὺς ἐχθρούς μου ἐπʼ ἐμέ.
—
Κύριε ὁ θεός μου, ἐκέκραξα πρὸς σέ καὶ ἰάσω με·
—
Κύριε, ἀνήγαγες ἐξ ᾅδου τὴν ψυχήν μου, ἔσωσάς με ἀπὸ τῶν καταβαινόντων εἰς λάκκον.
—
ψάλατε τῷ κυρίῳ, οἱ ὅσιοι αὐτοῦ, καὶ ἐξομολογεῖσθε τῇ μνήμῃ τῆς ἁγιωσύνης αὐτοῦ.
—
ὅτι ὀργὴ ἐν τῷ θυμῷ αὐτοῦ, καὶ ζωὴ ἐν τῷ θελήματι αὐτοῦ· τὸ ἑσπέρας αὐλισθήσεται κλαυθμός, καὶ εἰς τὸ πρωὶ ἀγαλλίασις.
—
ἐγὼ δὲ εἶπα ἐν τῇ εὐθηνίᾳ μου Οὐ μὴ σαλευθῶ εἰς τὸν αἰῶνα.
—
Κύριε, ἐν τῷ θελήματί σου παράσχου τῷ κάλλει μου δύναμιν· ἀπέστρεψας δὲ τὸ πρόσωπόν σου, καὶ ἐγενήθην τεταραγμένος.
—
πρὸς σέ, Κύριε, κεκράξομαι, καὶ πρὸς τὸν θεόν μου δεηθήσομαι.
—
τίς ὠφελία ἐν τῷ αἵματί μου, ἐν τῷ καταβῆναί με εἰς διαφθοράν ; μὴ ἐξομολογήσεταί σοι χοῦς. ἡ ἀναγγελεῖ τὴν ἀλήθειάν σου;
—
ἤκουσεν Κύριος καὶ ἠλέησέν με, Κύριος ἐγενήθη βοηθός μου.
—
ἔστρεψας τὸν κοπετόν μου εἰς χαρὰν ἐμοί, διέρρηξας τὸν σάκκον μου καὶ περιέζωσάς με εὐφροσύνην,
—
ὅπως ἂν ψάλῃ σοι ἡ δόξα μου, καὶ οὐ μὴ κατανυγῶ. Κύριε ὁ θεός μου, εἰς τὸν αἰῶνα ἐξομολογήσομαί σοι.
—