Skip to content

Parallel

Psalms 107

Swete's Septuagint · Berean Standard Bible

ᾩδὴ ψαλμοῦ τῷ Δαυείδ.
Ἑτοίμη ἡ καρδία μου, ὁ θεός, ἑτοίμη ἡ καρδία μου, ᾄσομαι καὶ ψαλῶ ἐν τῇ δόξῃ μου·
ἐγέρθητι, ψαλτήριον καὶ κιθάρα· ἐξεγερθήσομαι ὄρθρου.
ἐξομολογήσομαί σοι ἐν λαοῖς, Κύριε. καὶ ψαλῶ σοι ἐν ἔθνεσιν·
ὅτι μέγα ἐπάνω τῶν οὐρανῶν τὸ ἔλεός σου, καὶ ἕως τῶν νεφελῶν ἡ ἀλήθειά σου.
ὑψώθητι ἐπὶ τοὺς οὐρανούς, ὁ θεός, καὶ ἐπὶ πᾶσαν τὴν γῆν ἡ δόξα σου.
ὅπως ἂν ῥυσθῶσιν οἱ ἀγαπητοί σου, σῶσον τῇ δεξιῷ σου καὶ ἐπάκουσόν μου.
ὁ θεὸς ἐλάλησεν ἐν τῷ ἁγίῳ αὐτοῦ Ὑψωθήσομαι καὶ διαμεριῶ Σίκιμα. καὶ τὴν κοιλάδα τῶν σκηνωμάτων ἐκμετρήσω.
ἐμός ἐστιν Γαλαάδ, καὶ ἐμός ἐστιν Μανασσή, καὶ Ἐφράιμ ἀντίλημψις τῆς κεφαλῆς μου· Ἰούδας βασιλεύς μου,
Μωὰβ λέβης τῆς ἐλπίδος μου· ἐπὶ τὴν Ἰδουμαίαν ἐκτενῶ τὸ ὑπόδημά μου, ἐμοὶ οἱ ἀλλόφυλοι ὑπετάγησαν.
τίς ἀπάξει με εἰς πόλιν περιοχῆς τίς ὁδηγήσει με ἕως τῆς Ἰδουμαίας;
οὐχὶ σύ, ὁ θεός, ὁ ἀπωσάμενος ἡμᾶς καὶ οὐχὶ ἐξελεύσῃ, ὁ θεός, ἐν ταῖς δυνάμεσιν ἡμῶν
δὸς ἡ βοήθειαν ἐκ θλίψεως, καὶ ματαία σωτηρία ἀνθρώπου.
ἐν τῷ θεῷ ποιήσομεν δύναμιν, καὶ αὐτὸς ἐξουδενώσει τοὺς ἐχθροὺς ἡμῶν.