Skip to content

Parallel

Psalms 106

Swete's Septuagint · Berean Standard Bible

Ἐξομολογεῖσθε τῷ κυρίῳ, ὅτι χρηστός. ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
εἰπάτωσαν οἱ λελυτρωμένοι ὑπὸ Κυρίου, οὓς ἐλυτρώσατο ἐκ χειρὸς ἐχθροῦ.
ἐκ τῶν χωρῶν συνήγαγεν αὐτούς, ἀπὸ ἀνατολῶν καὶ δυσμῶν καὶ βορρᾶ καὶ θαλάσσης
ἐπλανήθησαν ἐν τῇ ἐρήμῳ ἐν ἀνύδρῳ, ὁδὸν πόλιν κατοικητηρίου οὐχ εὗρον·
πεινῶντες καὶ διψῶντες, ἡ ψυχὴ αὐτῶν ἐν αὐτοῖς ἐξέλιπεν.
καὶ ἐκέκραξαν πρὸς Κύριον ἐν τῷ θλίβεσθαι αὐτούς, καὶ ἐκ τῶν ἀναγκῶν αὐτῶν ἐρρύσατο αὐτούς·
καὶ ὡδήγησεν αὐτοὺς εἰς ὁδὸν εὐθεῖαν τοῦ πορευθῆναι εἰς πόλιν κατοικητηρίου.
ἐξομολογησάσθωσαν τῷ κυρίῳ τὰ ἐλέη αὐτοῦ καὶ τὰ θαυμάσια αὐτοῦ τοῖς υἱοῖς τῶν ἀνθρώπων.
ὅτι ἐχόρτασεν ψυχὴν κενήν, καὶ ψυχὴν πεινῶσαν ἐνέπλησεν ἀγαθῶν.
καθημένους ἐν σκότει καὶ σκιῷ θανάτου, πεπεδημένους ἐν πτωχίᾳ καὶ ἐν σιδήρῳ
ὅτι παρεπίκραναν τὰ λόγια τοῦ θεοῦ, καὶ τὴν βουλὴν τοῦ ὑψίστου παρώξυναν·
καὶ ἐταπεινώθη ἐν κόποις ἡ καρδία αὐτῶν, ἠσθένησαν καὶ οὐκ ἦν ὁ βοηθῶν.
καὶ ἐκέκραξαν πρὸς Κύριον ἐν τῷ θλίβεσθαι αὐτούς, καὶ ἐκ τῶν ἀναγκῶν αὐτῶν ἔσωσεν αὐτούς·
καὶ ἐξήγαγεν αὐτοὺς ἐκ σκότους καὶ ἐκ σκιᾶς θανάτον, καὶ τοὺς δεσμοὺς αὐτῶν διέρρηξεν.
ἐξομολογησάσθωσαν τῷ κυρίῳ τὰ ἐλέη αὐτοῦ καὶ τὰ θαυμάσια αὐτοῦ τοῖς υἱοῖς τῶν ἀνθρώπων,
ὅτι συνέτριψεν πύλας χαλκᾶς, καὶ μοχλοὺς σιδηροῦς συνέκλασεν.
ἀντελάβετο αὐτῶν ἐξ ὁδοῦ ἀνομίας αὐτῶν, διὰ γὰρ τὰς ἀνομίας αὐτῶν ἐταπεινώθησαν.
πᾶν βρῶμα ἐβδελύξατο ἡ ψυχὴ αὐτῶν, καὶ ἤγγισαν ἕως τῶν πυλῶν τοῦ θανάτου.
καὶ ἐκέκραξαν πρὸς Κύριον ἐν τῷ θλίβεσθαι αὐτούς, καὶ ἐκ τῶν ἀναγκῶν αὐτῶν ἔσωσεν αὐτούς,
ἀπέστειλεν τὸν λόγον αὐτοῦ καὶ ἰάσατο αὐτούς, καὶ ἐρρύσατο αὐτοὺς ἐκ τῶν διαφθορῶν αὐτῶν.
ἐξομολογησάσθωσαν τῷ κυρίῳ τὰ ἐλέη αὐτοῦ καὶ τὰ θαυμάσια αὐτοῦ τοῖς υἱοῖς τῶν ἀνθρώπων,
καὶ θυσάτωσαν θυσίαν αἰνέσεως, καὶ ἐξαγγειλάτωσαν τὰ ἔργα αὐτοῦ ἐν ἀγαλλιάσει.
οἱ καταβαίνοντες εἰς τὴν θάλασσαν ἐν πλοίοις, ποιοῦντες ἐργασίαν ἐν ὕδασι πολλοῖς,
αὐτοὶ εἶδοσαν τὰ ἔργα Κυρίου καὶ τὰ θαυμάσια αὐτοῦ ἐν τῷ βυθῷ.
εἶπεν, καὶ ἔστη πνεῦμα καταιγίδος, καὶ ὑψώθη τὰ κύματα αὐτῆς·
ἀναβαίνουσιν ἕως τῶν οὐρανῶν, καὶ καταβαίνουσιν ἕως τῶν ἀβύσσων· ἡ ψυχὴ αὐτῶν ἐν κακοῖς ἐτήκετο,
ἐταράχθησαν, ἐσαλεύθησαν ὡς ὁ μεθύων, καὶ πᾶσα ἡ σοφία αὐτῶν κατεπόθη.
καὶ ἐκέκραξαν πρὸς Κύριον ἐν τῷ θλίκδεσθαι αὐτούς, καὶ ἐκ τῶν ἀναγκῶν αὐτῶν ἐξήγαγεν αὐτούς,
καὶ ἔστησεν καταιγίδα αὐτῆς, καὶ ἐσίγησαν τὰ κύματα αὐτῆς·
καὶ εὐφράνθησαν ὅτι ἡσύχασαν. καὶ ὡδήγησεν αὐτοὺς ἐπιμελίᾳ θελήματος αὐτοῦ.
ἐξομολογησάσθωσαν τῷ κυρίῳ τὰ ἐλέη αὐτοῦ καὶ τὰ θαυμάσια αὐτοῦ τοῖς υἱοῖς τῶν ἀνθρώπων,
ὑψωσάτωσαν αὐτὸν ἐν ἐκκλησίαις λαοῦ, καὶ ἐν καθέδραις πρεσβυτέρων αἰνεσάτωσαν αὐτόν.
ἔθέτο ποταμοὺς εἰς ἔρημον, καὶ ἐξόδους ὑδάτων εἰς δίψαν.
γῆν καρποφόρον εἰς ἅλμην, ἀπὸ κακίας τῶν κατοικούντων ἐν αὐτῇ.
ἔθέτο ἔρημον εἰς λιμένας ὑδάτων,
καὶ κατῴκισεν ἐκεῖ πεινῶντας, καὶ συνεστήσαντο πόλιν κατοικεσίας,
καὶ ἔσπειραν ἀγροὺς καὶ ἐφύτευσαν ἀμπελῶνας, καὶ ἐποίησαν καρπὸν γενήματος.
καὶ εὐλόγησεν αὐτοὺς καὶ ἐπληθύνθησαν σφόδρα, καὶ τὰ κτήνη αὐτῶν οὐκ ἐσμίκρυνεν.
καὶ ὠλιγώθησαν καὶ ἐκακώθησαν ἀπὸ θλίψεως κακῶν καὶ ὀδύνης.
ἐξεχύθη ἐξουδένωσις ἐπʼ ἄρχοντας, καὶ ἐπλάνησεν αὐτοὺς ἐν ἀβάτῳ καὶ οὐχ ὁδῷ.
καὶ ἐβοήθησεν πένητι ἐκ πτωχίας, καὶ ἔθετο ὡς πρόβατα πατριάς.
ὄψονται εὐθεῖς καὶ εὐφρανθήσονται, καὶ πᾶσα ἀνομία ἐμφράξει τὸ στόμα αὐτῆς.
τίς σοφὸς καὶ φυλάξει ταῦτα, καὶ συνήσουσιν τὰ ἐλέη τοῦ κυρίου;