Ἐξομολογεῖσθε τῷ κυρίῳ, ὅτι χρηστός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
—
τίς λαλήσει τὰς δυναστείας τοῦ κυρίου, ἀκουστὰς ποιήσει πάσας τὰς αἰνέσεις αὐτοῦ;
—
μακάριοι οἱ φυλάσσοντες κρίσιν καὶ ποιοῦντες δικαιοσύνην ἐν παντὶ καιρῷ,
—
μνήσθητι ἡμῶν, Κύριε, ἐν τῇ εὐδοκίᾳ τοῦ λαοῦ σου, ἐπίσκεψαι ἡμᾶς ἐν τῷ σωτηρίῳ σου,
—
τοῦ ἰδεῖν εν τῇ χρηστότητι τῶν ἐκλεκτῶν σου, τοῦ εὐφρανθῆναι ἐν τῇ εὐφροσύνῃ τοῦ ἔθνους σου, τοῦ ἐπαινεῖσθαι μετὰ τῆς κληρονομίας σου.
—
ἡμάρτομεν μετὰ τῶν πατέρων ἡμῶν, ἠνομήσαμεν, ἠδικήσαμεν·
—
οἱ πατέρες ἡμῶν ἐν Αἰγύπτῳ οὐ συνῆκαν τὰ θαυμάσιά σου, καὶ οὐκ ἐμνήσθησαν τοῦ πλήθους τοῦ ἐλέους σου, καὶ παρεπίκραναν ἀναβαίνοντες ἐν τῇ ἐρυθρᾷ θαλάσσῃ.
—
καὶ ἔσωσεν αὐτοὺς ἕνεκεν τοῦ ὀνόματος αὐτοῦ. τοῦ γνωρίσαι τὴν δυναστείαν αὐτοῦ·
—
καὶ ἐπετίμησεν τῇ ἐρυθρῷ θαλάσσῃ καὶ ἐξηράνθη, καὶ ὡδήγησεν αὐτοὺς ἐν ἀβύσσῳ ὡς ἐν ἐρήμῳ
—
καὶ ἔσωσεν αὐτοὺς ἐκ χειρῶν μισούντων, καὶ ἐλυτρώσατο αὐτοὺς ἐκ χειρὸς ἐχθροῦ·
—
καὶ ἐκάλυψεν ὕδωρ τοὺς θλίβοντας αὐτούς, εἰς ἐξ αὐτῶν οὐχ ὑπελείφθη.
—
καὶ ἐπίστευσαν ἐν τοῖς λόγοις αὐτοῦ, καὶ ᾔνεσαν τὴν αἴνεσιν αὐτοῦ.
—
ἐτάχυναν, ἐπελάθοντο τῶν ἔργων αὐτοῦ. οὐχ ὑπέμειναν τὴν βουλὴν αὐτοῦ·
—
καὶ ἐπεθύμησαν ἐπιθυμίαν ἐν τῇ ἐρήμῳ, καὶ ἐπείρασαν τὸν θεὸν ἐν ἀνύδρῳ.
—
καὶ ἔδωκεν αὐτοῖς τὸ αἴτημα αὐτῶν, καὶ ἐξαπέστειλεν πλησμονὴν εἰς τὴν ψυχὴν αὐτῶν.
—
καὶ παρώργισαν Μωυσῆν ἐν τῇ παρεμβολῇ καὶ Ἀαρὼν τὸν ἅγιον Κυρίου·
—
ἠνοίχθη ἡ γῆ καὶ κατέπιεν Δαθάν, καὶ ἐκάλυψεν ἐπὶ τὴν συναγωγὴν Ἀβειρών·
—
καὶ ἐξεκαύθη πῦρ ἐν τῇ συναγωγῇ αὐτῶν, καὶ φλὸξ κατέφλεξεν ἁμαρτωλούς.
—
καὶ ἐποίησαν μόσχον ἐν Χωρήβ, καὶ προσεκύνησαν τῷ γλυπτῷ·
—
καὶ ἠλλάξαντο τὴν δόξαν αὐτῶν ἐν ὁμοιώματι μόσχου ἔσθοντος χόρτον.
—
ἐπελάθοντο τοῦ θεοῦ τοῦ σώζοντος αὐτούς, τοῦ ποιήσαντος μεγάλα ἐν Αἰγύπτῳ,
—
θαυμαστὰ ἐν γῇ Χὰμ καὶ φοβερὰ ἐπὶ θαλάσσης ἐρυθρᾶς.
—
καὶ εἶπεν τοῦ ἐξολεθρεῦσαι αὐτούς, εἰ μὴ Μωυσῆς ὁ ἐκλεκτὸς αὐτοῦ ἔστη ἐν τῇ θραύσει ἐνώπιον αὐτοῦ, τοῦ ἀποστρέψαι ἀπὸ θυμοῦ ὀργῆς αὐτοῦ τοῦ μὴ ἐξολεθρεῦσαι.
—
καὶ ἐξουδένωσαν γῆν ἐπιθυμητήν, καὶ οὐκ ἐπίστευσαν τῷ λόγῳ αὐτοῦ·
—
καὶ ἐγόγγυσαν ἐν τοῖς σκηνώμασιν αὐτῶν, οὐκ εἰσήκουσαν τῆς φωνῆς Κυρίου.
—
καὶ ἐπῆρεν τὴν χεῖρα αὐτοῦ αὐτοῖς, τοῦ καταβαλεῖν αὐτοὺς ἐν τῇ ἐρήμῳ,
—
καὶ τοῦ καταβαλεῖν τὸ σπέρμα αὐτῶν ἐν τοῖς ἔθνεσιν καὶ διασκορπίσαι αὐτοὺς ἐν ταῖς χώραις.
—
καὶ ἐτελέσθησαν τῷ Βεελφεγώρ, καὶ ἔφαγον θυσίας νεκρῶν·
—
καὶ παρώξυναν αὐτὸν ἐν τοῖς ἐπιτηδεύμασιν αὐτῶν, καὶ ἐπληθύνθη ἐπʼ αὐτοὺς ἡ πτῶσις.
—
καὶ ἔστη Φινεὲς καὶ ἐξιλάσατο, καὶ ἐκόπασεν ἡ θραῦσις·
—
καὶ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην εἰς γενεὰν καὶ γενεὰν ἕως τοῦ αἰῶνος.
—
καὶ παρώργισαν ἐφʼ ὕδατος Ἀντιλογίας, καὶ ἐκακώθη Μωυσῆς δι᾿ αὐτούς,
—
ὅτι παρεπίκραναν τὸ πνεῦμα αὐτοῦ, καὶ διέστειλεν τοῖς χείλεσιν αὐτοῦ.
—
οὐκ ἐξωλέθρευσαν τὸ ἔθνη ἃ εἶπεν Κύριος.
—
καὶ ἐμίγησαν ἐν τοῖς ἔθνεσιν καὶ ἔμαθον τὰ ἔργα αὐτῶν·
—
καὶ ἐδούλευσαν τοῖς γλυπτοῖς αὐτῶν, καὶ ἐγενήθη αὐτοῖς εἰς σκάνδαλον·
—
καὶ ἔθυσαν τοὺς υἱοὺς αὐτῶν καὶ τὰς θυγατέρας αὐτῶν τοῖς δαιμονίοις,
—
καὶ ἐξέχεαν αἷμα ἀθῷον, αἷμα υἱῶν αὐτῶν καὶ θυγατέρων· ἔθυσαν τοῖς γλυπτοῖς Χανάαν· καὶ ἐφονοκτονήθη ἡ γῆ ἐν τοῖς αἵμασιν,
—
καὶ ἐμιάνθη ἐν τοῖς ἔργοις αὐτῶν· καὶ ἐπόρνευσαν ἐν τοῖς ἐπιτηδεύμασιν αὐτῶν.
—
καὶ ργίσθη θυμῷ Κύριος ἐπὶ τὸν λαὸν αὐτοῦ, καὶ ἐβδελύξατο τὴν κληρονομίαν αὐτοῦ·
—
καὶ παρέδωκεν αὐτοὺς εἰς χεῖρας ἐθνῶν, καὶ ἐκυρίευσαν αὐτῶν οἱ μισοῦντες αὐτούς·
—
καὶ ἔθλιψαν αὐτοὺς οἱ ἐχθροὶ αὐτῶν, καὶ ἐταπεινώθησαν ὑπὸ τὰς χεῖρας αὐτῶν.
—
πλεονάκις ἐρρύσατο αὐτούς, αὐτοὶ δὲ παρεπίκραναν ἐν τῇ βουλῇ αὐτῶν, καὶ ἐταπεινώθησαν ἐν ταῖς ἀνομίαις αὐτῶν.
—
καὶ ἴδεν ἐν τῷ θλίβεσθαι αὐτούς, ἐν τῷ αὐτὸν εἰσακοῦσαι τῆς δεήσεως αὐτῶν·
—
καὶ ἐμνήσθη τῆς διαθήκης αὐτοῦ, καὶ μετεμελήθη κατὰ τὸ πλῆθος τοῦ ἐλέους αὐτοῦ.
—
καὶ ἔδωκεν αὐτοὺς εἰς οἰκτιρμοὺς ἐναντίον πάντων αἰχμαλωτισάντων αὐτοὺς.
—
σῶσον ἡμᾶς, Κύριε ὁ θεὸς ἡμῶν, καὶ ἐπισυνάγαγε ἡμᾶς ἐκ τῶν ἐθνῶν, τοῦ ἐξομολογήσασθαι τῷ ὀνόματι τῷ ἁγίῳ σου. τοῦ ἐνκαυχᾶσθαι ἐν τῇ αἰνέσει σου.
—
εὐλογητὸς Κύριος ὁ θεὸς Ἰσραὴλ ἀπὸ τοῦ αἰῶνος καὶ ἕως τοῦ αἰῶνος· καὶ ἐρεῖ πᾶς ὁ λαός Γένοιτο.
—