Ἐξομολογεῖσθε τῷ κυρίῳ καὶ ἐπικαλεῖσθε τὸ ὄνομα αὐτοῦ, ἀπαγγείλατε ἐν τοῖς ἔθνεσιν τὰ ἔργα αὐτοῦ.
—
ᾄσατε αὐτῷ καὶ ψάλατε αὐτῷ, διηγήσασθε πάντα τὰ θαυμάσια αὐτοῦ.
—
ἐπαινεῖσθε ἐν τῷ ὀνόματι τῷ ἁγίῳ αὐτοῦ· εὐφρανθήτω καρδία ζητούντων τὸν κύριον.
—
ζητήσατε τὸν κύριον καὶ κραταιώθητε, ζητήσατε τὸ πρόσωπον αὐτοῦ διὰ παντός·
—
μνήσθητε τῶν θαυμασίων αὐτοῦ ὧν ἐποίησεν, τὰ τέρατα αὐτοῦ καὶ τὰ κρίματα τοῦ στύματος αὐτοῦ·
—
σπέρμα Ἀβραὰμ δοῦλοι αὐτοῦ, υἱοὶ Ἰακὼβ ἐκλεκτοὶ αὐτοῦ.
—
αὐτὸς Κύριος ὁ θεὸς ἡμῶν· ἐν πάσῃ τῇ γῇ τὰ κρίματα αὐτοῦ.
—
ἐμνήσθη εἰς τὸν αἰῶνα διαθήκης αὐτοῦ, λόγου οὗ ἐνετείλατο εἰς χιλίας γενεάς.
—
ὃν διέθετο τῷ Ἀβραάμ. καὶ τοῦ ὅρκου αὐτοῦ τῷ Ἰσαάκ·
—
καὶ ἔστησεν αὐτὴν τῷ Ἰακὼβ εἰς πρόσταγμα καὶ τῷ Ἰσραὴλ διαθήκην αἰώνιον.
—
λέγων Σοὶ δώσω τὴν γῆν Χανάαν. σχοίνισμα κληρονομίας ὑμῶν·
—
ἐν τῷ εἶναι αὐτοὺς ἀριθμῷ βραχεῖς. ὀλιγοστοὺς καὶ παροίκους ἐν αὐτῇ.
—
καὶ διῆλθον ἐξ ἔθνους εἰς ἔθνος ἐκ βασιλείας εἰς λαὸν ἕτερον·
—
οὐκ ἀφῆκεν ἄνθρωπον ἀδικῆσαι αὐτούς. καὶ ἤλεγξεν ὑπέρ αὐτῶν βασιλεῖς
—
Μὴ ἅψησθε τῶν χριστῶν μου, καὶ ἐν τοῖς προφήταις μου μὴ πονηρεύεσθε.
—
καὶ ἐκάλεσεν λιμὸν ἐπὶ τὴν γῆν, πᾶν στήριγμα ἄρτου συνέτριψεν.
—
ἀπέστειλεν ἔμπροσθεν αὐτῶν ἄνθρωπον, εἰς δοῦλον ἐπράθη Ἰωσήφ.
—
ἐταπείνωσαν ἐν πέδαις τοὺς πόδας αὐτοῦ, σίδηρον διῆλθεν ἡ ψυχὴ αὐτοῦ·
—
μέχρι τοῦ ἐλθεῖν τὸν λόγον αὐτοῦ, τὸ λόγιον τοῦ κυρίου ἐπύρωσεν αὐτόν.
—
ἐξαπέστειλεν βασιλεὺς καὶ ἔλυσεν αὐτόν, ἄρχων λαῶν, καὶ ἀφῆκεν αὐτόν·
—
κατέστησεν αὐτὸν κύριον τοῦ οἴκου αὐτοῦ καὶ ἄρχοντα πάσης τῆς κτήσεως αὐτοῦ,
—
τοῦ παιδεῦσαι τοὺς ἄρχοντας αὐτοῦ ὡς ἑαυτόν, καὶ τοὺς πρεσβυτέρους αὐτοῦ σοφίσαι.
—
καὶ εἰσῆλθεν Ἰσραὴλ εἰς Αἴγυπτον, καὶ Ἰακὼβ παρῴκησεν ἐν γῇ Χάμ·
—
καὶ ηὔξησεν τὸν λαὸν αὐτοῦ σφόδρα, καὶ ἐκραταίωσεν αὐτὸν ὑπὲρ τοὺς ἐχθρους αὐτοῦ.
—
καὶ μετέστρεψεν τὴν καρδίαν αὐτῶν τοῦ μισῆσαι αὐτοῦ, τοῦ δολιοῦσθαι ἐν τοῖς δούλοις αὐτοῦ.
—
ἐξαπέστειλεν Μωυσῆν τὸν δοῦλον αὐτοῦ, Ἀαρὼν ὃν ἐξελέξατο αὐτόν·
—
ἔθετο αὐτοῖς τοὺς λόγους τῶν σημείων αὐτοῦ καὶ τῶν τεράτων ἐν γῇ Χάμ.
—
ἐξρπέστειλεν σκότος καὶ ἐσκότασεν, καὶ παρεπίκραναν τοὺς λόγους αὐτοῦ.
—
μετέστρεψεν τὰ ὕδατα αὐτῶν εἰς αἷμα, καὶ ἀπέκτεινεν τοὺς ἰχθύας αὐτῶν·
—
ἐξῆρψεν ἡ γῆ αὐτῶν βατράχους. ἐν τοῖς ταμείοις τῶν βασιλειῶν αὐτῶν.
—
εἶπεν, καὶ ἦλθεν κυνόμυια καὶ σκνῖπες ἐν πᾶσι τοῖς ὁρίοις αὐτῶν.
—
ἔθετο τὰς βροχὰς αὐτῶν χάλαζαν, πῦρ καταφλέγον ἐν τῇ γῇ αὐτῶν·
—
καὶ ἐπάταξεν τὰς ἀμπέλους αὐτῶν καὶ τὰς συκᾶς αὐτῶν, καὶ συνέτριψεν πᾶν ξύλον ὁρίου αὐτῶν.
—
εἶπεν. καὶ ἦλθεν ἀκρὶς καὶ βροῦχος οὗ οὐκ ἦν ἀριθμός,
—
καὶ κατέφαγεν πάντα τὸν χόρτον ἐν τῇ γῇ αὐτῶν, καὶ κατέφαγεν τὸν καρπὸν τῆς γῆς αὐτῶν.
—
καὶ ἐπάταξεν πᾶν πρωτότοκον ἐκ τῆς γῆς αὐτῶν, ἀπαρχὴν παντὸς πόνου αὐτῶν.
—
καὶ ἐξήγαγεν αὐτοὺς ἐν ἀργυρίῳ καὶ χρυσίᾳῳ, καὶ οὐκ ἦν ἐν ταῖς φυλαῖς αὐτῶν ἀσθενῶν·
—
εὐφράνθη Αἴγυπτος ἐν τῇ ἐξόδῳ αὐτῶν, ὅτι ἐπέπεσεν ὁ φόβος αὐτῶν ἐπʼ αὐτούς.
—
διεπετασεν νεφέλην εἰς σκέπην αὐτοῖς, καὶ πῦρ τοῦ φωτίσαι αὐτοῖς τὴν νύκτα·
—
ἤτησαν, καὶ ἦλθεν ὀρτυγομήτρα. καὶ ἄρτον οὐρανοῦ ἐνέπλησεν αὐτούς.
—
διέρρηξεν πέτραν, καὶ ἐρρύησαν ὕδατα, ἐπορεύθησαν ἐν ἀνύδροις ποταμοί.
—
ὄτι ἐμνήσθη τοῦ λόγου τοῦ ἁγίου αὐτοῦ, τοῦ πρὸς Ἀβραὰμ τὸν δοῦλον αὐτοῦ·
—
καὶ ἐξήγαγεν τὸν λαὸν αὐτοῦ ἐν ἀγαλλιάσει, καὶ τοὺς ἐκλεκτοὺς αὐτοῦ ἐν εὐφροσύνῃ.
—
καὶ ἔδωκεν αὐτοῖς χώρας ἐθνῶν, καὶ πόνους λαῶν ἐκληρονόμησαν,
—
ὅπως ἂν φυλάξωσιν τὰ δικαιώματα αὐτοῦ. καὶ τὸν νόμον αὐτοῦ ἐκζητήσωσιν.
—