Ὁ θεός, τὴν αἴνεσίν μου μὴ παρασιωπήσῃς·
—
ὅτι στόμα ἁμαρτωλοῦ καὶ στόμα δολίου ἐπʼ ἐμὲ ἠνοίχθη, ἐλάλησαν κατ᾿ ἐμοῦ γλώσσῃ δολίᾳ·
—
καὶ λόγοις μίσους ἐκύκλωσάν με, καὶ ἐπολέμησάν με δωρεάν.
—
ἀντὶ τοῦ ἀγαπᾷν με ἐνδιέβαλλόν με, ἐγὼ δὲ προσευχόμην·
—
καὶ ἔθεντο κατʼ ἐμοῦ κακὰ ἀντὶ ἀγαθῶν, καὶ μῖσος ἀντὶ τῆς ἀγαπήσεώς μου.
—
κατάστησον ἐπʼ αὐτὸν ἁμαρτωλόν, καὶ διάβολος στήτω ἐκ δεξιῶν αὐτοῦ·
—
ἐν τῷ κρίνεσθαι αὐτὸν ἐξέλθοι καταδεδικασμένος. καὶ ἡ προσευχὴ αὐτοῦ γενέσθω εἶς ἁμαρτίαν.
—
γενηθήτωσαν αἱ ἡμέραι αὐτοῦ ὀλίγαι, καὶ τὴν ἐπισκοπὴν αὐτοῦ λάβοι ἕτερος·
—
γενηθήτωσαν οἱ υἱοὶ αὐτοῦ ὀρφανοί, καὶ ἡ γυνὴ αὐτοῦ χήρα·
—
σαλευόμενοι μεταναστήτωσαν οἱ υἱοὶ αὐτοῦ καὶ ἐπαιτησάτωσαν, ἐκβληθήτωσαν ἐκ τῶν οἰκοπέδων αὐτῶν.
—
καὶ ἐξεραυνησάτω δανιστὴς πάντα ὅσα ὑπάρχει αὐτῷ· διαρπασάτωσαν ἀλλότριοι πάντας τοὺς πόνους αὐτοῦ·
—
μὴ ὑπαρξάτω αὐτῷ ἀντιλήμπτωρ, μηδέ γενηθήτω οἰκτίρμων τοῖς ὀρφανοῖς αὐτοῦ·
—
γενηθήτω τὰ τέκνα αὐτοῦ εἰς ἐξολέθρευσιν, ἐν γενεᾷ μιᾷ ἐξαλειφθήτω τὸ ὄνομα αὐτοῦ.
—
ἀναμνησθείη ἡ ἁμαρτία τῶν πατέρων αὐτοῦ ἔναντι Κυρίοι, καὶ ἡ ἁμαρτία τῆς μητρὸς αὐτοῦ μὴ ἐξαλειφθείη·
—
γενηθήτωσαν ἔναντι Κυρίου διὰ παντός, καὶ ἐξολεθρευθείη ἐκ γῆς τὸ μνημόσυνον αὐτῶν.
—
ἀυθʼ ὧν οὐκ ἐμνήσθη τοῦ ποιῆσαι ἔλεος, καὶ κατεδίωξεν πένητα καὶ πτωχὸν καὶ κατανενυγμένον τῇ καρδία τοῦ θανατῶσαι.
—
καὶ ἠγάπησεν κατάραν, καὶ ἥξει αὐτῷ· καὶ οὐκ ἠθέλησεν εὐλογίαν, καὶ μακρυνθήσεται ἀπʼ αὐτοῦ.
—
καὶ ἐνεδύσατο κατάραν ὡς ἱμάτον, καὶ εἰσῆλθεν ὡς ὕδωρ εἰς τὰ ἔνκατα αὐτοῦ καὶ ὡς ἔλαιον ἐν τοῖς ὀστέοις αὐτοῦ·
—
γενηθήτω αὐτῷ ὡς ἱμάτιον ὁ περιβάλλεται. καὶ ὡσεὶ ζώνη ἣν διὰ παντὸς ζώννυται.
—
τοῦτο τὸ ἔργον τῶν ἐνδιαβαλλόντων με παρὰ Κυρίῳ καὶ τῶν λαλούντων πονηρὰ κατὰ τῆς ψυχῆς μου.
—
καὶ σύ, Κύριε κύριε, ποίησον μετʼ ἐμοῦ ἔλεος ἕνεκα τοῦ ὀνόμάτος σου, ὅτι χρηστὸν τὸ ἔλεός σου, ῥῦσαί με·
—
ὅτι πτωχὸς καὶ πένης ἐγώ εἰμι, καὶ ἡ καρδία μου τετάρακται ἐντός μου.
—
ὡσεὶ σκιὰ ἐν τῷ ἐκκλῖναι αὐτὴν ἀντανῃρέθη, ἐξετινάχθην, ὡσεὶ ἀκρίδες.
—
πὰ γόνατα μου ἠσθένησαν ἀπὸ νηστιας, καὶ ἡ σαρξ μου ἠλλοιώθη δι᾿ ἔλαιον.
—
καὶ ἐγὼ ἐγενήθην ὄνειδος αὐτοῖς· εἴδοσάν με, ἐσάλευσαν κεφαλὰς αὐτῶν.
—
βοήθησόν μοι, Κύριε ὁ θεός μου, σῶσόν με κατὰ τὸ μέγα ἔλεός σου·
—
καὶ γνώτωσαν ὅτι ἡ χείρ σου αὕτη, καὶ σύ, Κύριε, ἐποίησας αὐτήν,
—
καταράσονται αὐτοί, καὶ σὺ εὐλογήσεις· οἱ ἐπανιστανόμενοί μοι αἰσχυνθήτωσαν, ὁ δὲ δοῦλός σου εὐφρανθήσεται.
—
ἐνδυσάσθωσαν οἱ ἐνδιαβάλλοντές με ἐντροπήν, καὶ περιβαλλέσθωσαν αἰσχύνην ὡσεὶ διπλοίδα αὐτῶν.
—
ἐξομολογήσομαι τῷ κυρίῳ σφόδρα τῷ στοματί μου, καὶ ἐν μέσῳ πολλῶν αἰνέσω αὐτόν·
—
ὅτι παρέστη ἐκ δεξιῶν πένητος, τοῦ σῶσαι ἐκ τῶν διωκόντων τὴν ψυχὴν μου.
—