Skip to content

Parallel

Odes 7

Swete's Septuagint · Berean Standard Bible

οἱ ζῶντες εὐλογήσουσίν σε ὃν τρόπον κἀγώ ἀπὸ γὰρ τῆς σήμερον παιδία ποιήσω, ἅ ἀναγγελεῖ τὴν δικαιοσύνην σου, Κύριε τῆς σωτηρίας μου·
Ἐγὼ εἶπα Ἐν τῷ ὕψει τῶν ἡμερῶν μον πορεύσομαι ἐν πύλαις ᾄδου· καταλείψω τὰ ἔτη τὰ ἐπίλοιπα.
εἶπα Οὐκέτι οὐ μὴ ἴδω τὸ σωτήριον τοῦ θεοῦ ἐπὶ τῆς γῆς· οὐ μὴ ἴδω ἄνθρωπον μετὰ κατοικούντων.
ἐξέλειπον ἐκ τῆς συγγενείας μου, κατέλειπον τὸ λοιπὸν τῆς ζωῆς μου· ἐξῆλθεν καὶ ἀπῆλθεν ἀπʼ ἐμοῦ ὥσπερ ὁ καταλύων σκηνὴν πήξας· τὸ πνεῦμά μου παρʼ ἐμοὶ ἐγένετο ὡς ἱστός, ἐρίθου ἐγγιζούσης ἐκτεμεῖν.
ἐν τῆ ἡμέρα ἐκείνῃ παρεδόθην ἕως πρωὶ ὡς λέοντι· οὕτως συνέτριψεν πάντα τὰ ὀστᾶ μου· ἀπὸ γὰρ τῆς ἡμέρας ἕως τῆς νυκτὸς παρεδόθην.
ὡς χελιδών, οὕτω φωνήσω, καὶ ὡς περιστερά, οὕτω μελετήσω. ἐξέλειπον γὰρ οἱ ὀφθαλμοί μου τοῦ βλέπειν εἰς τὸ ὕψος τοῦ οὐρανοῦ πρὸς τὸν κύριον, ὅς ἐξείλατό με καὶ ἀφείλατό μου τὴν ὀδύνην τῆς ψυχῆς.
κύριε, καὶ περὶ αὐτῆς γὰρ ἀνηγγέλη σοι· καὶ ἐξήγειράς μου τὴν πνοήν, καὶ παρακληθεὶς ἔζησα.
εἴλου γάρ μου τὴν ψυχὴν ἵνα μὴ ἀπόληται, καὶ ἀπέρριψας ὀπίσω μου πάσας τὰς ἁμαρτίας μου.
οὐ γὰρ οἱ ἐν ἅδου αἰνέσουσίν σε, οὐδὲ οἱ ἀποθανόντες εὐλογήσουσίν σε, οὐδὲ ἐλπιοῦσιν οἱ ἐν ἅδου τὴν ἐλεημοσύνην σου.
καὶ οὐ παύσομαι εὐλογῶν σε μετὰ ψαλτηρίου πίσας τὰς ἡμέρας τῆς ζωῆς μου κατέναντι τοῦ οἴκου τοῦ θέο.