Parallel
Odes 8
Swete's Septuagint · Berean Standard Bible
Κύριε παντοκράτωρ ἐπουράνιε, ὁ θεὸς τῶν πατέρων ἡμῶν, τοῦ Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακώβ καὶ τοῦ σπέρματος αὐτῶν τοῦ δικαίου·
—
ὁ πεδήσας τὴν θάλασσαν τῷ λόγῳ τοῦ προστάγματός σου. ὁ κλείσας τὴν ἄβυσσον καὶ σφραγισάμενος τῷ φοβερῷ καὶ ἐνδόξῳ ὀνόματί σου,
—
ὅτι ἄστεκτος ἡ μεγαλοπρεπία τῆς δόξης σου, καὶ ἀνυπόστατος ἡ ὀργὴ τῆς ἐπὶ ἁμαρτωλοὺς ἀπειλῆς σου·
—
ὅτι σὺ εἶ Κύριος ὕψιστος, εὔσπλαγχνος, μακρόθυμος, καὶ πολυέλεος, καὶ μετανοῶν ἐπὶ κακίαις ἀνθρώπων.
—
σύ οὗν, Κύριε ὁ θεὸς τῶν δικαίων. οὐκ ἔθου μετάνοιαν δικαίοις, τῷ Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακώβ, τοῖς οὐχ ἡμαρτηκόσιν σοι, ἀλλ᾿ ἔθου μετάνοιαν ἐμοὶ τῷ ἁμαρτωλῷ.
—
διότι ἥμαρτον ὑπέρ ἀριθμὸν ψάμμου θαλάσσης· ὅτι ἐπλήθυναν αἱ ἀνομίαι μου. καὶ οὐκ εἰμὶ ἄξιος ἀτενίσαι καὶ ἰδεῖν τὸ ὕψος τοὶ οὐρανοί ἀπὸ πλήθους τῶν ἀδικιῶν μου·
—
κατικαμπτόμενος πολλῷ δεσμῷ σιδήρου, εἰς τὸ ἀνανεῦσαί με ὑτπὲρ ἁμαρτιίῶν μου, καὶ οὐκ ἔστιν μτοι ἄνεσις· διότι παρώργισα τὸν θυμόν σου, καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, στήσας βδελύγματα καὶ πληθύνας προσοχθίσματα.
—
αἰτοῦμαι δεόμενός σου, ἄνες μοι, Κύριε, ἄνες μοι, μὴ συναπολέσῃς με ταῖς ἀνομίαις μου, μηδέ εἰς τὸν αἰῶνα μηνίσας τηρήσῃς τὰ κακά μοι, μηδέ καταδικάσῃς με ἐν τοῖς κατωτάτοις τῆς γῆς· ὅτι σὺ εἶ, Κύριε, ὁ θεὸς τῶν μετανοούντων,
—
καὶ αἰνέσω σε διὰ παντὸς ἐν ταῖς ἡμέραις τῆς ζωῆς μου. ὅτι σὲ ὑμνεῖ πᾶσα ἡ δύναμις τῶν οὐρανῶν, καὶ σοῦ ἐστιν ἡ δόξα εἰς τοὺς αἰῶνας. ἀμήν.
—