Parallel
Odes 6
Swete's Septuagint · Berean Standard Bible
ὁ θεὸς ἐκ Θεμὰν ἥξει, καὶ ὁ ἅγιος ἐξ ὄρους Φαρὰν κατασκίου δασέως. ἐκάλυψεν οὐρανοὺς ἡ ἀρετὴ αὐτοῦ, καὶ αἰνέσεως αὐτοῦ πλήρης ἡ γῆ.
—
καὶ φέγγος αὐτοῦ ὡς φῶς ἔσται, τέρατα ἐν χερσὶν αὐτοῦ· καὶ ἔθετο ἀγάπησιν κραταιὰν ἰσχύος αὐτοῦ.
—
ἔστη, καὶ ἐσαλεύθη ἡ γῆ· ἐπέβλεψεν, καὶ ἐτάκη ἔθνη καὶ διεθρύβη τὰ ὄρη βίᾳ. ἐτάκησαν βουνοὶ αἰώνιοι πορίας αἰωνίους αὐτοῦ.
—
μὴ ἐν ποταμοῖς ὦργίσθης, Κύριε; μὴ ἐν ποταμοῖς ὁ θυμός σου; ἢ ἐν θαλάσσῃ τὸ ὄρμημά σου ὅτι ἐπιβήσῃ ἐπὶ τοὺς ἵππους σου. καὶ ἡ ἱππασία σου σωτηρία.
—
ὄψονταί σε καὶ ὤδινήσουσιν λαοί. σκορπίζων ὕδατα πορίας αὐτοῦ· ἔδωκεν ἡ ἄβυσσος φωνὴν αὐτῆς· ὕψος φαντασίας αὐτῆς ἐπήρθη.
—
Κύριε, εἰσακήκοα τὴν ἀκοήν σου καὶ ἐφοβήθην· κατενόησα τὰ ἔργα σου καὶ ἐξέστην. ν μέσῳ δύο ζῴων γνωσθήσῃ, ἐν τῷ ἐγγίζειν τὰ ἔτη ἐπιγνωσθήσῃ· ἐν τῷ παρεῖναι τὸν καιρὸν ἀναδειχθήσῃ, ἐν τῷ ταραχθῆναι τὴν ψυχήν μου ἐν ὀργῇ ἐλέους μνησθήσῃ.
—
ὁ ἥλιος καὶ ἡ σελήνη ἔστη ἐν τῇ τάξει αὐτῆς· εἰς φῶς βολίδες σου πορεύσονται, εἰς φέγγος ἀστραπῆς ὅπλων σου.
—
ἐξῆλθες εἰς σωτηρίαν λαοῦ σου, τοῦ σῶσαι τοὺς χριστούς σοι. ἔψαλας εἰς κεφαλὰς ἀνόμων θάνατον· ἐξήγειρας δεσμούς σου ἕως τραχήλου.
—
διέκοψας ἐν ἐκστάσει κεφαλάς δυναστῶν, σεισθήσονται ἐν αὐτῇ· διανοίξουσιν χαλινοὺς αὐτῶν, ὡς ἔσθων πτωχὸς λάθρα.
—
ἐφυλαξάμην, καὶ ἐπτοήθη ἡ κοιλία μου ἀπὸ φωνῆς προσευχῆς χειλέων μου, καὶ εἰσῆλθεν τρόμος εἰς τὰ ὀστᾶ μου, καὶ ὑποκάτωθέν μου ἐταράχθη ἡ ἕξις μου. ἀναπαύσομαι ἐν ἡμέρᾳ θλίψεως μου, τοῦ ἀναβῆναί με εἰς λαὸν παροικίας μου.
—
διότι συκῆ οὐ καρποφορήσει, καὶ οὐκ ἔσται γενήματα ἐν ταῖς ἀμπέλοις· ψεύσεται ἔργον ἐλαίας, καὶ τὰ πεδία οὐ ποιήσει βρῶσιν· ἐξέλειπον ἀπὸ βρώσεως πρόβατα, καὶ οὐχ ὑπάρχουσιν βόες ἐπὶ φάτναις ἐξιλάσεως αὐτῶν·
—
Κύριος ὁ θεός μου δύναμίς μου. καὶ τάξει τοὺς πόδας μου εἰς συντέλειαν· ἐπὶ τὰ ὑψηλὰ ἐπιβιβᾷ με. τοῦ νικῆσαι ἐν τῇ ᾠδῆ αὐτοῦ
—