Parallel
Odes 5
Swete's Septuagint · Berean Standard Bible
ἐγὼ δὲ μετὰ φωνῆς αἰνέσεως καὶ ἐξομολογήσεως θύσω σοι. ὅσα ηὐξάμην ἀποδώσω σοι εἰς σωτηρίαν μου υῷ κυρίῳ.
—
Ἐβόησα ἐν θλίψει μου πρὸς Κύριον τὸν θεόν μου, καὶ εἰσήκουσέν μου ἐκ κοιλίας ᾅδου κραυγῆς μου· ἤκουσας φωνῆς μου.
—
ἀπέρριψάς με εἰς βάθη καρδίας θαλάσσης. καὶ ποταμοί με ἐκύκλωσαν, πάντες οἱ μετεαορισμοί σου καὶ τὰ κύματά σου ἐπ᾿ ἐμὲ διῆλθον.
—
περιεχύθη μοι ὕδωρ ἕως ψυχῆς μου. ἄβυσσος ἐκύκλωσέν με ἐσ χάτη, ἔδυ ἡ κεφαλή μου εἰς σχισμὰς ὀρέων·
—
κατέβην εἰς γῆν, ἧς οἱ μοχλοὶ αὐτῆς κάτοχοι αἰώνιοι· καὶ ἀναβήτω ἐκ φθορᾶς ἡ ζωή μου, Κύριε ὁ θεός μου.
—
ἐν τῷ ἐκλείπειν τὴν ψυχήν μου ἀπʼ ἐμοῦ τοῦ κυρίου ἐμνήσθην. καὶ ἔλθοι πρὸς σὲ ἡ προσευχή μου εἰς ναὸν ἅγιόν σου.
—