Parallel
Judges 19
Rahlfs Septuagint (1935) · Berean Standard Bible
καὶ ἐγένετο ἐν ταῖς ἡμέραις ἐκείναις καὶ βασιλεὺς οὐκ ἦν ἐν Ισραηλ καὶ ἐγένετο ἀνὴρ Λευίτης παροικῶν ἐν μηροῖς ὄρους Εφραιμ καὶ ἔλαβεν ὁ ἀνὴρ ἑαυτῷ γυναῖκα παλλακὴν ἐκ Βηθλεεμ Ιουδα
Now in those days, when there was no king in Israel, a Levite who lived in the remote hill country of Ephraim took for himself a concubine from Bethlehem in Judah.
καὶ ὠργίσθη αὐτῷ ἡ παλλακὴ αὐτοῦ καὶ ἀπῆλθεν ἀπ᾿ αὐτοῦ εἰς τὸν οἶκον τοῦ πατρὸς αὐτῆς εἰς Βηθλεεμ Ιουδα καὶ ἐγένετο ἐκεῖ ἡμέρας τετράμηνον
But she was unfaithful to him (note: LXX became angry with him) and left him to return to her father’s house in Bethlehem in Judah. After she had been there four months,
καὶ ἀνέστη ὁ ἀνὴρ αὐτῆς καὶ ἐπορεύθη κατόπισθεν αὐτῆς τοῦ λαλῆσαι ἐπὶ τὴν καρδίαν αὐτῆς τοῦ διαλλάξαι αὐτὴν ἑαυτῷ καὶ ἀπαγαγεῖν αὐτὴν πάλιν πρὸς αὐτόν καὶ τὸ παιδάριον αὐτοῦ μετ᾿ αὐτοῦ καὶ ζεῦγος ὑποζυγίων καὶ ἐπορεύθη ἕως οἴκου τοῦ πατρὸς αὐτῆς καὶ εἶδεν αὐτὸν ὁ πατὴρ τῆς νεάνιδος καὶ παρῆν εἰς ἀπάντησιν αὐτοῦ
her husband got up and went after her to speak kindly to her and bring her back, taking his servant and a pair of donkeys. So the girl brought him into her father’s house, and when her father saw him, he gladly welcomed him.
καὶ εἰσήγαγεν αὐτὸν ὁ γαμβρὸς αὐτοῦ ὁ πατὴρ τῆς νεάνιδος καὶ ἐκάθισεν μετ᾿ αὐτοῦ ἡμέρας τρεῖς καὶ ἔφαγον καὶ ἔπιον καὶ ὕπνωσαν ἐκεῖ
His father-in-law, the girl’s father, persuaded him to stay, so he remained with him three days, eating, drinking, and lodging there.
καὶ ἐγενήθη τῇ ἡμέρᾳ τῇ τετάρτῃ καὶ ὤρθρισαν τὸ πρωί καὶ ἀνέστη τοῦ ἀπελθεῖν καὶ εἶπεν ὁ πατὴρ τῆς νεάνιδος πρὸς τὸν γαμβρὸν αὐτοῦ στήρισον τὴν καρδίαν σου κλάσματι ἄρτου καὶ μετὰ τοῦτο πορεύεσθε
On the fourth day, they got up early in the morning and prepared to depart, but the girl’s father said to his son-in-law, “Refresh your heart with a morsel of bread, and then you can go.”
καὶ ἐκάθισαν καὶ ἔφαγον ἀμφότεροι ἐπὶ τὸ αὐτὸ καὶ ἔπιον καὶ εἶπεν ὁ πατὴρ τῆς νεάνιδος πρὸς τὸν ἄνδρα ἀρξάμενος αὐλίσθητι καὶ ἀγαθυνθήτω ἡ καρδία σου
So they sat down and the two of them ate and drank together. Then the girl’s father said to the man, “Please agree to stay overnight and let your heart be merry.”
καὶ ἀνέστη ὁ ἀνὴρ ἀπελθεῖν καὶ ἐβιάσατο αὐτὸν ὁ γαμβρὸς αὐτοῦ καὶ πάλιν ηὐλίσθη ἐκεῖ
The man got up to depart, but his father-in-law persuaded him, so he stayed there that night.
καὶ ὤρθρισεν τὸ πρωὶ τῇ ἡμέρᾳ τῇ πέμπτῃ τοῦ ἀπελθεῖν καὶ εἶπεν ὁ πατὴρ τῆς νεάνιδος στήρισον τὴν καρδίαν σου ἄρτῳ καὶ στρατεύθητι ἕως κλίνῃ ἡ ἡμέρα καὶ ἔφαγον καὶ ἔπιον ἀμφότεροι
On the fifth day, he got up early in the morning to depart, but the girl’s father said, “Please refresh your heart.” So they waited until late afternoon and the two of them ate.
καὶ ἀνέστη ὁ ἀνὴρ τοῦ ἀπελθεῖν αὐτὸς καὶ ἡ παλλακὴ αὐτοῦ καὶ τὸ παιδάριον αὐτοῦ καὶ εἶπεν αὐτῷ ὁ γαμβρὸς αὐτοῦ ὁ πατὴρ τῆς νεάνιδος ἰδοὺ δὴ εἰς ἑσπέραν κέκλικεν ἡ ἡμέρα κατάλυσον ὧδε ἔτι σήμερον καὶ ἀγαθυνθήτω ἡ καρδία σου καὶ ὀρθριεῖτε αὔριον εἰς τὴν ὁδὸν ὑμῶν καὶ ἀπελεύσῃ εἰς τὸ σκήνωμά σου
When the man got up to depart with his concubine and his servant, his father-in-law, the girl’s father, said to him, “Look, the day is drawing to a close. Please spend the night. See, the day is almost over. Spend the night here, that your heart may be merry. Then you can get up early tomorrow for your journey home.”
καὶ οὐκ ἠθέλησεν ὁ ἀνὴρ αὐλισθῆναι καὶ ἀνέστη καὶ ἀπῆλθεν καὶ παρεγένοντο ἕως κατέναντι Ιεβους αὕτη ἐστὶν Ιερουσαλημ καὶ μετ᾿ αὐτοῦ ζεῦγος ὑποζυγίων ἐπισεσαγμένων καὶ ἡ παλλακὴ αὐτοῦ μετ᾿ αὐτοῦ
But the man was unwilling to spend the night. He got up and departed, and arrived opposite Jebus (that is, Jerusalem), with his two saddled donkeys and his concubine.
ἔτι αὐτῶν ὄντων κατὰ Ιεβους καὶ ἡ ἡμέρα κεκλικυῖα σφόδρα καὶ εἶπεν τὸ παιδάριον πρὸς τὸν κύριον αὐτοῦ δεῦρο δὴ καὶ ἐκκλίνωμεν εἰς τὴν πόλιν τοῦ Ιεβουσαίου ταύτην καὶ αὐλισθῶμεν ἐν αὐτῇ
When they were near Jebus and the day was almost gone, the servant said to his master, “Please, let us stop at this Jebusite city and spend the night here.”
καὶ εἶπεν ὁ κύριος αὐτοῦ πρὸς αὐτόν οὐ μὴ ἐκκλίνω εἰς πόλιν ἀλλοτρίου ἣ οὐκ ἔστιν ἐκ τῶν υἱῶν Ισραηλ καὶ παρελευσόμεθα ἕως Γαβαα
But his master replied, “We will not turn aside to the city of foreigners, where there are no Israelites. We will go on to Gibeah.”
καὶ εἶπεν τῷ παιδαρίῳ αὐτοῦ δεῦρο καὶ εἰσέλθωμεν εἰς ἕνα τῶν τόπων καὶ αὐλισθῶμεν ἐν Γαβαα ἢ ἐν Ραμα
He continued, “Come, let us try to reach one of these towns to spend the night in Gibeah or Ramah.”
καὶ παρῆλθον καὶ ἀπῆλθον ἔδυ γὰρ ὁ ἥλιος ἐχόμενα τῆς Γαβαα ἥ ἐστιν τοῦ Βενιαμιν
So they continued on their journey, and the sun set as they neared Gibeah in Benjamin.
καὶ ἐξέκλιναν ἐκεῖ τοῦ εἰσελθεῖν καταλῦσαι ἐν Γαβαα καὶ εἰσῆλθον καὶ ἐκάθισαν ἐν τῇ πλατείᾳ τῆς πόλεως καὶ οὐκ ἔστιν ἀνὴρ ὁ συνάγων αὐτοὺς εἰς τὸν οἶκον καταλῦσαι
They stopped to go in and lodge in Gibeah. The Levite went in and sat down in the city square, but no one would take them into his home for the night.
καὶ ἰδοὺ ἀνὴρ πρεσβύτης εἰσῆλθεν ἀπὸ τῶν ἔργων αὐτοῦ ἐκ τοῦ ἀγροῦ ἑσπέρας καὶ ὁ ἀνὴρ ἐξ ὄρους Εφραιμ καὶ αὐτὸς παρῴκει ἐν Γαβαα καὶ οἱ ἄνδρες τοῦ τόπου υἱοὶ Βενιαμιν
That evening an old man from the hill country of Ephraim, who was residing in Gibeah (the men of that place were Benjamites), came in from his work in the field.
καὶ ἀναβλέψας τοῖς ὀφθαλμοῖς εἶδεν τὸν ἄνδρα τὸν ὁδοιπόρον ἐν τῇ πλατείᾳ τῆς πόλεως καὶ εἶπεν ὁ ἀνὴρ ὁ πρεσβύτης ποῦ πορεύῃ καὶ πόθεν ἔρχῃ
When he looked up and saw the traveler in the city square, the old man asked, “Where are you going, and where have you come from?”
καὶ εἶπεν πρὸς αὐτόν διαβαίνομεν ἡμεῖς ἐκ Βηθλεεμ τῆς Ιουδα ἕως μηρῶν ὄρους τοῦ Εφραιμ ἐγὼ δὲ ἐκεῖθέν εἰμι καὶ ἐπορεύθην ἕως Βηθλεεμ Ιουδα καὶ εἰς τὸν οἶκόν μου ἐγὼ ἀποτρέχω καὶ οὐκ ἔστιν ἀνὴρ συνάγων με εἰς τὴν οἰκίαν
The Levite replied, “We are traveling from Bethlehem in Judah to the remote hill country of Ephraim, where I am from. I went to Bethlehem in Judah, and now I am going to the house of the LORD (note: LXX I am going to my home; see verse 29.); but no one has taken me into his home,
καί γε ἄχυρα καὶ χορτάσματα ὑπάρχει τοῖς ὄνοις ἡμῶν καί γε ἄρτος καὶ οἶνος ὑπάρχει μοι καὶ τῇ δούλῃ σου καὶ τῷ παιδαρίῳ τοῖς δούλοις σου οὐκ ἔστιν ὑστέρημα παντὸς πράγματος
even though there is both straw and feed for our donkeys, and bread and wine for me and the maidservant and young man with me. There is nothing that we, your servants, lack.”
καὶ εἶπεν ὁ ἀνὴρ ὁ πρεσβύτης εἰρήνη σοι πλὴν πᾶν τὸ ὑστέρημά σου ἐπ᾿ ἐμέ πλὴν ἐν τῇ πλατείᾳ μὴ καταλύσῃς
“Peace to you,” said the old man. “Let me supply everything you need. Only do not spend the night in the square.”
καὶ εἰσήγαγεν αὐτὸν εἰς τὴν οἰκίαν αὐτοῦ καὶ παρέβαλεν τοῖς ὑποζυγίοις αὐτοῦ καὶ ἐνίψαντο τοὺς πόδας αὐτῶν καὶ ἔφαγον καὶ ἔπιον
So he brought him to his house and fed his donkeys. And they washed their feet and ate and drank.
αὐτῶν δὲ ἀγαθυνθέντων τῇ καρδίᾳ αὐτῶν καὶ ἰδοὺ οἱ ἄνδρες τῆς πόλεως υἱοὶ παρανόμων περιεκύκλωσαν τὴν οἰκίαν καὶ ἔκρουσαν τὴν θύραν καὶ εἶπαν πρὸς τὸν ἄνδρα τὸν κύριον τῆς οἰκίας τὸν πρεσβύτην λέγοντες ἐξάγαγε τὸν ἄνδρα τὸν εἰσελθόντα εἰς τὴν οἰκίαν σου ἵνα γνῶμεν αὐτόν
While they were enjoying themselves, suddenly the wicked men of the city surrounded the house. Pounding on the door, they said to the old man who owned the house, “Bring out the man who came to your house, so we can have relations with him!”
καὶ ἐξῆλθεν πρὸς αὐτοὺς ὁ ἀνὴρ ὁ κύριος τῆς οἰκίας καὶ εἶπεν πρὸς αὐτούς μηδαμῶς ἀδελφοί μὴ πονηρεύσησθε δή μετὰ τὸ εἰσεληλυθέναι τὸν ἄνδρα τοῦτον εἰς τὴν οἰκίαν μου μὴ ποιήσητε τὴν ἀφροσύνην ταύτην
The owner of the house went out and said to them, “No, my brothers, do not do this wicked thing! After all, this man is a guest in my house. Do not commit this outrage.
ἰδοὺ ἡ θυγάτηρ μου ἡ παρθένος καὶ ἡ παλλακὴ αὐτοῦ ἐξάξω δὴ αὐτάς καὶ ταπεινώσατε αὐτὰς καὶ ποιήσατε αὐταῖς τὸ ἀγαθὸν ἐν ὀφθαλμοῖς ὑμῶν καὶ τῷ ἀνδρὶ τούτῳ μὴ ποιήσητε τὸ ῥῆμα τῆς ἀφροσύνης ταύτης
Look, let me bring out my virgin daughter and the man’s concubine, and you can use them and do with them as you wish. But do not do such a vile thing to this man.”
καὶ οὐκ ἠθέλησαν οἱ ἄνδρες ἀκοῦσαι αὐτοῦ καὶ ἐπελάβετο ὁ ἀνὴρ τῆς παλλακῆς αὐτοῦ καὶ ἐξήγαγεν αὐτὴν πρὸς αὐτοὺς ἔξω καὶ ἔγνωσαν αὐτὴν καὶ ἐνέπαιξαν αὐτῇ ὅλην τὴν νύκτα ἕως τὸ πρωί καὶ ἐξαπέστειλαν αὐτὴν ἅμα τῷ ἀναβαίνειν τὸν ὄρθρον
But the men would not listen to him. So the Levite took his concubine and sent her outside to them, and they raped her and abused her throughout the night, and at dawn they let her go.
καὶ ἦλθεν ἡ γυνὴ τὸ πρὸς πρωὶ καὶ ἔπεσεν παρὰ τὴν θύραν τοῦ πυλῶνος τοῦ οἴκου τοῦ ἀνδρός οὗ ἦν ὁ κύριος αὐτῆς ἐκεῖ ἕως οὗ διέφαυσεν
Early that morning, the woman went back to the house where her master was staying, collapsed at the doorway, and lay there until it was light.
καὶ ἀνέστη ὁ κύριος αὐτῆς τὸ πρωὶ καὶ ἤνοιξεν τὰς θύρας τοῦ οἴκου καὶ ἐξῆλθεν τοῦ ἀπελθεῖν τὴν ὁδὸν αὐτοῦ καὶ ἰδοὺ ἡ γυνὴ ἡ παλλακὴ αὐτοῦ πεπτωκυῖα παρὰ τὴν θύραν καὶ αἱ χεῖρες αὐτῆς ἐπὶ τὸ πρόθυρον
In the morning, when her master got up and opened the doors of the house to go out on his journey, there was his concubine, collapsed in the doorway of the house, with her hands on the threshold.
καὶ εἶπεν πρὸς αὐτήν ἀνάστηθι καὶ ἀπέλθωμεν καὶ οὐκ ἀπεκρίθη αὐτῷ ἀλλὰ τεθνήκει καὶ ἀνέλαβεν αὐτὴν ἐπὶ τὸ ὑποζύγιον καὶ ἀνέστη ὁ ἀνὴρ καὶ ἀπῆλθεν εἰς τὸν τόπον αὐτοῦ
“Get up,” he told her. “Let us go.” But there was no response. So the man put her on his donkey and set out for home.
καὶ εἰσῆλθεν εἰς τὸν οἶκον αὐτοῦ καὶ ἔλαβεν τὴν μάχαιραν καὶ ἐπελάβετο τῆς παλλακῆς αὐτοῦ καὶ ἐμέλισεν αὐτὴν κατὰ τὰ ὀστᾶ αὐτῆς εἰς δώδεκα μερίδας καὶ ἐξαπέστειλεν αὐτὰς εἰς πάσας τὰς φυλὰς Ισραηλ
When he reached his house, he picked up a knife, took hold of his concubine, cut her limb by limb into twelve pieces, and sent her throughout the territory of Israel.
καὶ ἐγένετο πᾶς ὁ ὁρῶν ἔλεγεν οὔτε ἐγενήθη οὔτε ὤφθη οὕτως ἀπὸ τῆς ἡμέρας ἀναβάσεως υἱῶν Ισραηλ ἐξ Αἰγύπτου ἕως τῆς ἡμέρας ταύτης καὶ ἐνετείλατο τοῖς ἀνδράσιν οἷς ἐξαπέστειλεν λέγων τάδε ἐρεῖτε πρὸς πάντα ἄνδρα Ισραηλ εἰ γέγονεν κατὰ τὸ ῥῆμα τοῦτο ἀπὸ τῆς ἡμέρας ἀναβάσεως υἱῶν Ισραηλ ἐξ Αἰγύπτου ἕως τῆς ἡμέρας ταύτης θέσθε δὴ ἑαυτοῖς βουλὴν περὶ αὐτῆς καὶ λαλήσατε
And everyone who saw it said, “Nothing like this has been seen or done from the day the Israelites came out of the land of Egypt until this day. Think it over, take counsel, and speak up!”