Skip to content

Parallel

Judges 20

Rahlfs Septuagint (1935) · Berean Standard Bible

καὶ ἐξῆλθον πάντες οἱ υἱοὶ Ισραηλ καὶ ἐξεκκλησιάσθη πᾶσα ἡ συναγωγὴ ὡς ἀνὴρ εἷς ἀπὸ Δαν καὶ ἕως Βηρσαβεε καὶ γῆ Γαλααδ πρὸς κύριον εἰς Μασσηφα
Then all the Israelites from Dan to Beersheba and from the land of Gilead came out, and the congregation assembled as one man before the LORD at Mizpah.
καὶ ἔστη τὸ κλίμα παντὸς τοῦ λαοῦ πᾶσαι αἱ φυλαὶ Ισραηλ ἐν τῇ ἐκκλησίᾳ τοῦ λαοῦ τοῦ θεοῦ τετρακόσιαι χιλιάδες ἀνδρῶν πεζῶν σπωμένων ῥομφαίαν
The leaders of all the people and all the tribes of Israel presented themselves in the assembly of God’s people: 400,000 men on foot, armed with swords.
καὶ ἤκουσαν οἱ υἱοὶ Βενιαμιν ὅτι ἀνέβησαν οἱ υἱοὶ Ισραηλ πρὸς κύριον εἰς Μασσηφα καὶ εἶπαν οἱ υἱοὶ Ισραηλ λαλήσατε ποῦ ἐγένετο ἡ κακία αὕτη
(Meanwhile the Benjamites heard that the Israelites had gone up to Mizpah.) And the Israelites asked, “Tell us, how did this wicked thing happen?”
καὶ ἀπεκρίθη ὁ ἀνὴρ ὁ Λευίτης ὁ ἀνὴρ τῆς γυναικὸς τῆς πεφονευμένης καὶ εἶπεν εἰς Γαβαα τῆς Βενιαμιν ἦλθον ἐγὼ καὶ ἡ παλλακή μου καταλῦσαι
So the Levite, the husband of the murdered woman, answered: “I and my concubine came to Gibeah in Benjamin to spend the night.
καὶ ἀνέστησαν ἐπ᾿ ἐμὲ οἱ ἄνδρες οἱ παρὰ τῆς Γαβαα καὶ περιεκύκλωσαν ἐπ᾿ ἐμὲ τὴν οἰκίαν νυκτὸς καὶ ἐμὲ ἠθέλησαν ἀποκτεῖναι καὶ τὴν παλλακήν μου ἐταπείνωσαν καὶ ἐνέπαιξαν αὐτῇ καὶ ἀπέθανεν
And during the night, the men of Gibeah rose up against me and surrounded the house. They intended to kill me, but they abused my concubine, and she died.
καὶ ἐπελαβόμην τῆς παλλακῆς μου καὶ ἐμέλισα αὐτὴν καὶ ἐξαπέστειλα ἐν παντὶ ὁρίῳ κληρονομίας Ισραηλ ὅτι ἐποίησαν ἀφροσύνην ἐν τῷ Ισραηλ
Then I took my concubine, cut her into pieces, and sent her throughout the land of Israel’s inheritance, because they had committed a lewd and disgraceful act in Israel.
ἰδοὺ πάντες ὑμεῖς οἱ υἱοὶ Ισραηλ δότε ἑαυτοῖς λόγον καὶ βουλήν
Behold, all you Israelites, give your advice and verdict here and now.”
καὶ ἀνέστη πᾶς ὁ λαὸς ὡς ἀνὴρ εἷς λέγων οὐκ εἰσελευσόμεθα ἀνὴρ εἰς τὸ σκήνωμα αὐτοῦ καὶ οὐκ ἐκκλινοῦμεν ἀνὴρ εἰς τὸν οἶκον αὐτοῦ
Then all the people stood as one man and said, “Not one of us will return to his tent or to his house.
καὶ νῦν τοῦτο τὸ ῥῆμα ὃ ποιήσομεν τῇ Γαβαα ἀναβησόμεθα ἐπ᾿ αὐτὴν ἐν κλήρῳ
Now this is what we will do to Gibeah: We will go against it as the lot dictates.
καὶ λημψόμεθα δέκα ἄνδρας τοῖς ἑκατὸν καὶ ἑκατὸν τοῖς χιλίοις καὶ χιλίους τοῖς μυρίοις λαβεῖν ἐπισιτισμὸν τῷ λαῷ τοῖς εἰσπορευομένοις ἐπιτελέσαι τῇ Γαβαα τοῦ Βενιαμιν κατὰ πᾶσαν τὴν ἀφροσύνην ἣν ἐποίησαν ἐν Ισραηλ
We will take ten men out of every hundred from all the tribes of Israel, and a hundred out of every thousand, and a thousand out of every ten thousand, to supply provisions for the army when they go to Gibeah (note: One Hebrew manuscript; most Hebrew manuscripts Geba, a variant of Gibeah) in Benjamin to punish them for the atrocity they have committed in Israel.”
καὶ συνήχθη πᾶς ἀνὴρ Ισραηλ ἐκ τῶν πόλεων ὡς ἀνὴρ εἷς ἐρχόμενοι
So all the men of Israel gathered as one man, united against the city.
καὶ ἐξαπέστειλαν αἱ φυλαὶ Ισραηλ ἄνδρας ἐν πάσῃ φυλῇ Βενιαμιν λέγοντες τίς ἡ κακία αὕτη ἡ γενομένη ἐν ὑμῖν
And the tribes of Israel sent men throughout the tribe of Benjamin, saying, “What is this wickedness that has occurred among you?
καὶ νῦν δότε τοὺς ἄνδρας τοὺς ἀσεβεῖς τοὺς ἐν Γαβαα τοὺς υἱοὺς Βελιαλ καὶ θανατώσομεν αὐτοὺς καὶ ἐξαροῦμεν κακίαν ἐξ Ισραηλ καὶ οὐκ ἠθέλησαν οἱ υἱοὶ Βενιαμιν εἰσακοῦσαι τῆς φωνῆς τῶν ἀδελφῶν αὐτῶν τῶν υἱῶν Ισραηλ
Hand over the wicked men of Gibeah so we can put them to death and purge Israel of this evil.” But the Benjamites refused to heed the voice of their fellow Israelites.
καὶ συνήχθησαν οἱ υἱοὶ Βενιαμιν ἐκ τῶν πόλεων αὐτῶν εἰς Γαβαα ἐξελθεῖν τοῦ πολεμῆσαι μετὰ υἱῶν Ισραηλ
And from their cities they came together at Gibeah to go out and fight against the Israelites.
καὶ ἐπεσκέπησαν οἱ υἱοὶ Βενιαμιν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἐκ τῶν πόλεων εἴκοσι καὶ πέντε χιλιάδες ἀνδρῶν σπωμένων ῥομφαίαν χωρὶς τῶν κατοικούντων τὴν Γαβαα οὗτοι ἐπεσκέπησαν ἑπτακόσιοι ἄνδρες νεανίσκοι ἐκλεκτοὶ
On that day the Benjamites mobilized 26,000 swordsmen from their cities, in addition to the 700 select men of Gibeah.
ἀμφοτεροδέξιοι πάντες οὗτοι σφενδονῆται βάλλοντες λίθους πρὸς τὴν τρίχα καὶ οὐ διαμαρτάνοντες
Among all these soldiers there were 700 select left-handers, each of whom could sling a stone at a hair without missing.
καὶ πᾶς ἀνὴρ Ισραηλ ἐπεσκέπησαν χωρὶς τῶν υἱῶν Βενιαμιν τετρακόσιαι χιλιάδες ἀνδρῶν σπωμένων ῥομφαίαν πάντες οὗτοι ἄνδρες πολεμισταί
The Israelites, apart from Benjamin, mobilized 400,000 swordsmen, each one an experienced warrior.
καὶ ἀνέστησαν καὶ ἀνέβησαν εἰς Βαιθηλ καὶ ἐπηρώτησαν ἐν τῷ θεῷ καὶ εἶπαν οἱ υἱοὶ Ισραηλ τίς ἀναβήσεται ἡμῖν ἀφηγούμενος πολεμῆσαι μετὰ Βενιαμιν καὶ εἶπεν κύριος Ιουδας ἀναβήσεται ἀφηγούμενος
The Israelites set out, went up to Bethel, and inquired of God, “Who of us shall go up first to fight against the Benjamites?” “Judah will be first,” the LORD replied.
καὶ ἀνέστησαν οἱ υἱοὶ Ισραηλ καὶ παρενέβαλον ἐπὶ τὴν Γαβαα
The next morning the Israelites set out and camped near Gibeah.
καὶ ἐξῆλθεν πᾶς ἀνὴρ Ισραηλ εἰς πόλεμον μετὰ Βενιαμιν καὶ παρετάξαντο μετ᾿ αὐτῶν εἰς πόλεμον ἀνὴρ Ισραηλ πρὸς τὴν Γαβαα
And the men of Israel went out to fight against Benjamin and took up their battle positions at Gibeah.
καὶ ἐξῆλθον οἱ υἱοὶ Βενιαμιν ἐκ τῆς πόλεως καὶ διέφθειραν ἐν Ισραηλ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ δύο καὶ εἴκοσι χιλιάδας ἀνδρῶν ἐπὶ τὴν γῆν
And the Benjamites came out of Gibeah and cut down 22,000 Israelites on the battlefield that day.
καὶ ἐνίσχυσεν ἀνὴρ Ισραηλ καὶ προσέθεντο παρατάξασθαι πόλεμον ἐν τῷ τόπῳ ᾧ παρετάξαντο ἐκεῖ ἐν τῇ ἡμέρᾳ τῇ πρώτῃ
But the Israelite army took courage and again took their battle positions in the same place where they had arrayed themselves on the first day.
καὶ ἀνέβησαν οἱ υἱοὶ Ισραηλ καὶ ἔκλαυσαν ἐνώπιον κυρίου ἕως ἑσπέρας καὶ ἐπηρώτησαν ἐν κυρίῳ λέγοντες εἰ προσθῶ προσεγγίσαι εἰς πόλεμον μετὰ Βενιαμιν τοῦ ἀδελφοῦ μου καὶ εἶπεν κύριος ἀνάβητε πρὸς αὐτόν
They went up and wept before the LORD until evening, inquiring of Him, “Should we again draw near for battle against our brothers the Benjamites?” And the LORD answered, “Go up against them.”
καὶ προσήλθοσαν οἱ υἱοὶ Ισραηλ πρὸς Βενιαμιν ἐν τῇ ἡμέρᾳ τῇ δευτέρᾳ
On the second day the Israelites advanced against the Benjamites.
καὶ ἐξῆλθεν Βενιαμιν εἰς ἀπάντησιν αὐτῶν ἐκ τῆς Γαβαα ἐν τῇ ἡμέρᾳ τῇ δευτέρᾳ καὶ διέφθειρεν ἐκ τοῦ λαοῦ ὀκτωκαίδεκα χιλιάδας ἀνδρῶν ἐπὶ τὴν γῆν πάντες οὗτοι ἐσπασμένοι ῥομφαίαν
That same day the Benjamites came out against them from Gibeah and cut down another 18,000 Israelites, all of them armed with swords.
καὶ ἀνέβησαν πάντες οἱ υἱοὶ Ισραηλ καὶ πᾶς ὁ λαὸς καὶ ἤλθοσαν εἰς Βαιθηλ καὶ ἔκλαυσαν ἔναντι κυρίου καὶ ἐνήστευσαν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ καὶ ἀνήνεγκαν ὁλοκαυτώματα σωτηρίου ἔναντι κυρίου
Then the Israelites, all the people, went up to Bethel, where they sat weeping before the LORD. That day they fasted until evening and presented burnt offerings and peace offerings to the LORD.
καὶ ἐπηρώτησαν οἱ υἱοὶ Ισραηλ ἐν κυρίῳ καὶ ἐκεῖ ἡ κιβωτὸς διαθήκης κυρίου ἐν ταῖς ἡμέραις ἐκείναις
And the Israelites inquired of the LORD. (In those days the ark of the covenant of God was there,
καὶ Φινεες υἱὸς Ελεαζαρ υἱοῦ Ααρων παρεστηκὼς ἐνώπιον αὐτῆς ἐν ταῖς ἡμέραις ἐκείναις λέγων εἰ προσθῶ ἔτι ἐξελθεῖν εἰς πόλεμον μετὰ υἱῶν Βενιαμιν τοῦ ἀδελφοῦ μου ἢ κοπάσω καὶ εἶπεν κύριος ἀνάβητε ὅτι αὔριον παραδώσω αὐτὸν ἐν χειρί σου
and Phinehas son of Eleazar, the son of Aaron, served before it.) The Israelites asked, “Should we again go out to battle against our brothers the Benjamites, or should we stop?” The LORD answered, “Fight, for tomorrow I will deliver them into your hand.”
καὶ ἔθηκαν οἱ υἱοὶ Ισραηλ ἔνεδρα ἐν τῇ Γαβαα κύκλῳ
So Israel set up an ambush around Gibeah.
καὶ ἔταξεν Ισραηλ πρὸς τὸν Βενιαμιν ἐν τῇ ἡμέρᾳ τῇ τρίτῃ καὶ παρετάξαντο πρὸς Γαβαα καθὼς ἅπαξ καὶ ἅπαξ
On the third day the Israelites went up against the Benjamites and arrayed themselves against Gibeah as they had done before.
καὶ ἐξῆλθον οἱ υἱοὶ Βενιαμιν εἰς ἀπάντησιν τοῦ λαοῦ καὶ ἐξειλκύσθησαν ἐκ τῆς πόλεως καὶ ἤρξαντο τύπτειν ἐκ τοῦ λαοῦ καθὼς ἅπαξ καὶ ἅπαξ ἐν ταῖς ὁδοῖς ἥ ἐστιν μία ἀναβαίνουσα εἰς Βαιθηλ καὶ μία ἀναβαίνουσα εἰς Γαβαα ἐν τῷ ἀγρῷ ὡσεὶ τριάκοντα ἄνδρας ἐν τῷ Ισραηλ
The Benjamites came out against them and were drawn away from the city. They began to attack the people as before, killing about thirty men of Israel in the fields and on the roads, one of which led up to Bethel and the other to Gibeah.
καὶ εἶπαν οἱ υἱοὶ Βενιαμιν προσκόπτουσιν ἐνώπιον ἡμῶν καθὼς ἔμπροσθεν καὶ οἱ υἱοὶ Ισραηλ εἶπαν φύγωμεν καὶ ἐκσπάσωμεν αὐτοὺς ἐκ τῆς πόλεως εἰς τὰς ὁδούς
“We are defeating them as before,” said the Benjamites. But the Israelites said, “Let us retreat and draw them away from the city onto the roads.”
καὶ πᾶς ἀνὴρ Ισραηλ ἀνέστη ἐκ τοῦ τόπου αὐτοῦ καὶ παρετάξαντο ἐν Βααλθαμαρ καὶ τὸ ἔνεδρον Ισραηλ ἐπάλαιεν ἐκ τοῦ τόπου αὐτοῦ ἀπὸ δυσμῶν τῆς Γαβαα
So all the men of Israel got up from their places and arrayed themselves at Baal-tamar, and the Israelites in ambush charged from their positions west of Gibeah (note: Some LXX manuscripts and Vulgate; Hebrew charged from their positions in Maareh-geba or charged from their positions into the open space of Geba).
καὶ παρεγένοντο ἐξ ἐναντίας τῆς Γαβαα δέκα χιλιάδες ἀνδρῶν ἐκλεκτῶν ἐκ παντὸς Ισραηλ καὶ ὁ πόλεμος ἐβαρύνθη καὶ αὐτοὶ οὐκ ἔγνωσαν ὅτι ἀφῆπται αὐτῶν ἡ κακία
Then 10,000 select men from all Israel made a frontal assault against Gibeah, and the battle was fierce. But the Benjamites did not realize that disaster was upon them.
καὶ ἐτρόπωσεν κύριος τὸν Βενιαμιν κατὰ πρόσωπον Ισραηλ καὶ διέφθειραν οἱ υἱοὶ Ισραηλ ἐν τῷ Βενιαμιν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ εἴκοσι καὶ πέντε χιλιάδας καὶ ἑκατὸν ἄνδρας πάντες οὗτοι σπώμενοι ῥομφαίαν
The LORD defeated Benjamin in the presence of Israel, and on that day the Israelites slaughtered 25,100 Benjamites, all armed with swords.
καὶ εἶδεν Βενιαμιν ὅτι τετρόπωται καὶ ἔδωκεν ἀνὴρ Ισραηλ τῷ Βενιαμιν τόπον ὅτι ἤλπισαν ἐπὶ τὸ ἔνεδρον ὃ ἔταξαν πρὸς τὴν Γαβαα
Then the Benjamites realized they had been defeated. Now the men of Israel had retreated before Benjamin because they were relying on the ambush they had set against Gibeah.
καὶ τὸ ἔνεδρον ὥρμησεν καὶ ἐξεχύθησαν πρὸς τὴν Γαβαα καὶ ἐπορεύθη τὸ ἔνεδρον καὶ ἐπάταξαν ὅλην τὴν πόλιν ἐν στόματι ῥομφαίας
The men in ambush rushed suddenly against Gibeah; they advanced and put the whole city to the sword.
καὶ ἡ συνταγὴ ἦν ἀνδρὶ Ισραηλ πρὸς τὸ ἔνεδρον τοῦ ἀνενέγκαι αὐτοὺς πυρσὸν τοῦ καπνοῦ τῆς πόλεως
The men of Israel had arranged a signal with the men in ambush: When they sent up a great cloud of smoke from the city,
καὶ ἀνέστρεψαν ἀνὴρ Ισραηλ ἐν τῷ πολέμῳ καὶ Βενιαμιν ἦρκται τοῦ τύπτειν τραυματίας ἐν τῷ ἀνδρὶ Ισραηλ ὡσεὶ τριάκοντα ἄνδρας ὅτι εἶπαν πλὴν τροπούμενος τροποῦται ἐναντίον ἡμῶν καθὼς ὁ πόλεμος ὁ ἔμπροσθεν
the men of Israel would turn in the battle. When the Benjamites had begun to strike them down, killing about thirty men of Israel, they said, “They are defeated before us as in the first battle.”
καὶ ὁ πυρσὸς ἤρξατο ἀναβαίνειν ἐκ τῆς πόλεως στῦλος καπνοῦ καὶ ἐπέβλεψεν Βενιαμιν ὀπίσω αὐτοῦ καὶ ἰδοὺ ἀνέβη συντέλεια τῆς πόλεως εἰς τὸν οὐρανόν
But when the column of smoke began to go up from the city, the Benjamites looked behind them and saw the whole city going up in smoke.
καὶ ἀνὴρ Ισραηλ ἀπέστρεψεν καὶ ἔσπευσεν ἀνὴρ Βενιαμιν καὶ εἶδεν ὅτι ἧπται αὐτοῦ ἡ κακία
Then the men of Israel turned back on them, and the men of Benjamin were terrified when they realized that disaster had come upon them.
καὶ ἔκλιναν ἐνώπιον ἀνδρὸς Ισραηλ εἰς τὴν ὁδὸν τῆς ἐρήμου καὶ ὁ πόλεμος κατέφθασεν αὐτόν καὶ οἱ ἀπὸ τῶν πόλεων διέφθειραν αὐτὸν ἐν μέσῳ αὐτῶν
So they fled before the men of Israel toward the wilderness, but the battle overtook them, and the men coming out of the cities struck them down there.
καὶ ἔκοψαν τὸν Βενιαμιν καταπαῦσαι αὐτὸν κατάπαυσιν καὶ κατεπάτησαν αὐτὸν ἕως ἐξ ἐναντίας τῆς Γαβαα ἀπὸ ἀνατολῶν ἡλίου
They surrounded the Benjamites, pursued them, and easily overtook them in the vicinity of Gibeah on the east.
καὶ ἔπεσαν ἐκ τοῦ Βενιαμιν ὀκτωκαίδεκα χιλιάδες ἀνδρῶν σὺν πᾶσιν τούτοις ἄνδρες δυνατοί
And 18,000 Benjamites fell, all men of valor.
καὶ ἐξέκλιναν καὶ ἔφυγον εἰς τὴν ἔρημον πρὸς τὴν πέτραν τὴν Ρεμμων καὶ ἐκαλαμήσαντο ἐν ταῖς ὁδοῖς πέντε χιλιάδας ἀνδρῶν καὶ προσεκολλήθησαν ὀπίσω αὐτοῦ ἕως Γαδααμ καὶ ἐπάταξαν ἐξ αὐτῶν δισχιλίους ἄνδρας
Then the Benjamites turned and fled toward the wilderness to the rock of Rimmon, and Israel cut down 5,000 men on the roads. And they overtook them at Gidom and struck down 2,000 more.
καὶ ἐγένοντο πάντες οἱ πεπτωκότες ἐν τῷ Βενιαμιν εἴκοσι καὶ πέντε χιλιάδες ἀνδρῶν σπωμένων ῥομφαίαν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ σὺν πᾶσι τούτοις ἄνδρες δυνατοί
That day 25,000 Benjamite swordsmen fell, all men of valor.
καὶ ἐξέκλιναν καὶ ἔφυγον εἰς τὴν ἔρημον πρὸς τὴν πέτραν τὴν Ρεμμων ἑξακόσιοι ἄνδρες καὶ ἐκάθισαν ἐν τῇ πέτρᾳ Ρεμμων τετράμηνον
But 600 men turned and fled into the wilderness to the rock of Rimmon, where they stayed four months.
καὶ ἀνὴρ Ισραηλ ἀπέκλεισεν τοὺς υἱοὺς Βενιαμιν καὶ ἐπάταξαν αὐτοὺς ἐν στόματι ῥομφαίας ἀπὸ πόλεως ἑξῆς ἕως κτήνους ἕως παντὸς τοῦ εὑρεθέντος εἰς πάσας τὰς πόλεις καὶ τὰς πόλεις τὰς εὑρεθείσας ἐξαπέστειλαν ἐν πυρί
And the men of Israel turned back against the other Benjamites and put to the sword all the cities, including the animals and everything else they found. And they burned down all the cities in their path.