Parallel
Judges 11
Rahlfs Septuagint (1935) · Berean Standard Bible
καὶ Ιεφθαε ὁ Γαλααδίτης δυνατὸς ἐν ἰσχύι καὶ αὐτὸς ἦν υἱὸς γυναικὸς πόρνης καὶ ἔτεκεν τῷ Γαλααδ τὸν Ιεφθαε
Now Jephthah the Gileadite was a mighty man of valor; he was the son of a prostitute, and Gilead was his father.
καὶ ἔτεκεν ἡ γυνὴ Γαλααδ αὐτῷ υἱούς καὶ ἡδρύνθησαν οἱ υἱοὶ τῆς γυναικὸς καὶ ἐξέβαλον τὸν Ιεφθαε καὶ εἶπον αὐτῷ οὐ κληρονομήσεις ἐν τῷ οἴκῳ τοῦ πατρὸς ἡμῶν ὅτι γυναικὸς υἱὸς ἑταίρας εἶ σύ
And Gilead’s wife bore him sons who grew up, drove Jephthah out, and said to him, “You shall have no inheritance in our father’s house, because you are the son of another woman.”
καὶ ἀπέδρα Ιεφθαε ἐκ προσώπου τῶν ἀδελφῶν αὐτοῦ καὶ κατῴκησεν ἐν γῇ Τωβ καὶ συνελέγοντο πρὸς τὸν Ιεφθαε ἄνδρες λιτοὶ καὶ συνεξεπορεύοντο μετ᾿ αὐτοῦ
So Jephthah fled from his brothers and settled in the land of Tob, where worthless men gathered around him and traveled with him.
καὶ ἐγένετο μεθ᾿ ἡμέρας καὶ ἐπολέμησαν οἱ υἱοὶ Αμμων μετὰ Ισραηλ
Some time later, when the Ammonites fought against Israel
καὶ ἐγενήθη ἡνίκα ἐπολέμουν οἱ υἱοὶ Αμμων μετὰ Ισραηλ καὶ ἐπορεύθησαν οἱ πρεσβύτεροι Γαλααδ παραλαβεῖν τὸν Ιεφθαε ἐν γῇ Τωβ
and made war with them, the elders of Gilead went to get Jephthah from the land of Tob.
καὶ εἶπαν πρὸς Ιεφθαε δεῦρο καὶ ἔσῃ ἡμῖν εἰς ἡγούμενον καὶ πολεμήσωμεν ἐν τοῖς υἱοῖς Αμμων
“Come,” they said, “be our commander, so that we can fight against the Ammonites.”
καὶ εἶπεν Ιεφθαε τοῖς πρεσβυτέροις Γαλααδ οὐχ ὑμεῖς ἐμισήσατέ με καὶ ἐξεβάλετέ με ἐκ τοῦ οἴκου τοῦ πατρός μου καὶ ἐξαπεστείλατέ με ἀφ᾿ ὑμῶν καὶ τί ὅτι ἤλθατε πρός με ἡνίκα ἐθλίβητε
Jephthah replied to the elders of Gilead, “Did you not hate me and expel me from my father’s house? Why then have you come to me now, when you are in distress?”
καὶ εἶπαν οἱ πρεσβύτεροι Γαλααδ πρὸς Ιεφθαε οὐχ οὕτως νῦν ἤλθομεν πρὸς σέ καὶ συμπορεύσῃ ἡμῖν καὶ πολεμήσομεν ἐν τοῖς υἱοῖς Αμμων καὶ ἔσῃ ἡμῖν εἰς κεφαλήν πᾶσιν τοῖς κατοικοῦσιν Γαλααδ
They answered Jephthah, “This is why we now turn to you, that you may go with us, fight the Ammonites, and become leader over all of us who live in Gilead.”
καὶ εἶπεν Ιεφθαε πρὸς τοὺς πρεσβυτέρους Γαλααδ εἰ ἐπιστρέφετέ με ὑμεῖς πολεμῆσαι ἐν τοῖς υἱοῖς Αμμων καὶ παραδῷ κύριος αὐτοὺς ἐνώπιον ἐμοῦ ἐγὼ ὑμῖν ἔσομαι εἰς κεφαλήν
But Jephthah asked them, “If you take me back to fight the Ammonites and the LORD gives them to me, will I really be your leader?”
καὶ εἶπαν οἱ πρεσβύτεροι Γαλααδ πρὸς Ιεφθαε κύριος ἔσται ὁ ἀκούων ἀνὰ μέσον ἡμῶν εἰ μὴ κατὰ τὸ ῥῆμά σου οὕτως ποιήσομεν
And the elders of Gilead said to Jephthah, “The LORD is our witness if we do not do as you say.”
καὶ ἐπορεύθη Ιεφθαε μετὰ τῶν πρεσβυτέρων Γαλααδ καὶ κατέστησαν αὐτὸν ἐπ᾿ αὐτῶν εἰς κεφαλὴν εἰς ἡγούμενον καὶ ἐλάλησεν Ιεφθαε πάντας τοὺς λόγους αὐτοῦ ἐνώπιον κυρίου ἐν Μασσηφα
So Jephthah went with the elders of Gilead, and the people made him their leader and commander. And Jephthah repeated all his terms in the presence of the LORD at Mizpah.
καὶ ἀπέστειλεν Ιεφθαε ἀγγέλους πρὸς βασιλέα υἱῶν Αμμων λέγων τί ἐμοὶ καὶ σοί ὅτι ἥκεις πρός με σὺ πολεμῆσαί με ἐν τῇ γῇ μου
Then Jephthah sent messengers to the king of the Ammonites, saying, “What do you have against me that you have come to fight against my land?”
καὶ εἶπεν βασιλεὺς υἱῶν Αμμων πρὸς τοὺς ἀγγέλους Ιεφθαε διότι ἔλαβεν Ισραηλ τὴν γῆν μου ἐν τῇ ἀναβάσει αὐτοῦ ἐξ Αἰγύπτου ἀπὸ Αρνων ἕως Ιαβοκ καὶ ἕως τοῦ Ιορδάνου καὶ νῦν ἐπίστρεψον αὐτὰς μετ᾿ εἰρήνης
The king of the Ammonites answered Jephthah’s messengers, “When Israel came up out of Egypt, they seized my land, from the Arnon to the Jabbok and all the way to the Jordan. Now, therefore, restore it peaceably.”
καὶ ἀπέστρεψαν οἱ ἄγγελοι πρὸς Ιεφθαε καὶ ἀπέστειλεν Ιεφθαε ἀγγέλους πρὸς τὸν βασιλέα υἱῶν Αμμων
Jephthah again sent messengers to the king of the Ammonites
λέγων τάδε λέγει Ιεφθαε οὐκ ἔλαβεν Ισραηλ τὴν γῆν Μωαβ καὶ τὴν γῆν υἱῶν Αμμων
to tell him, “This is what Jephthah says: Israel did not take away the land of Moab or of the Ammonites.
ἐν τῇ ἀναβάσει αὐτῶν ἐξ Αἰγύπτου ἀλλ᾿ ἐπορεύθη Ισραηλ ἐν τῇ ἐρήμῳ ἕως θαλάσσης ἐρυθρᾶς καὶ ἦλθεν ἕως Καδης
But when Israel came up out of Egypt, they traveled through the wilderness to the Red Sea (note: Or the Sea of Reeds) and came to Kadesh.
καὶ ἐξαπέστειλεν Ισραηλ ἀγγέλους πρὸς βασιλέα Εδωμ λέγων παρελεύσομαι διὰ τῆς γῆς σου καὶ οὐκ ἤκουσεν βασιλεὺς Εδωμ καί γε πρὸς βασιλέα Μωαβ ἀπέστειλεν καὶ οὐκ ἠθέλησεν καὶ ἐκάθισεν Ισραηλ ἐν Καδης
Then Israel sent messengers to the king of Edom, saying, ‘Please let us pass through your land,’ but the king of Edom would not listen. They also sent messengers to the king of Moab, but he would not consent. So Israel stayed in Kadesh.
καὶ διῆλθεν ἐν τῇ ἐρήμῳ καὶ ἐκύκλωσεν τὴν γῆν Εδωμ καὶ τὴν γῆν Μωαβ καὶ παρεγένετο κατ᾿ ἀνατολὰς ἡλίου τῆς γῆς Μωαβ καὶ παρενέβαλον ἐν τῷ πέραν Αρνων καὶ οὐκ εἰσῆλθον εἰς τὸ ὅριον Μωαβ ὅτι Αρνων ἦν ὅριον Μωαβ
Then Israel traveled through the wilderness and bypassed the lands of Edom and Moab. They came to the east side of the land of Moab and camped on the other side of the Arnon. But they did not enter the territory of Moab, since the Arnon was its border.
καὶ ἀπέστειλεν Ισραηλ ἀγγέλους πρὸς Σηων βασιλέα Εσεβων τὸν Αμορραῖον καὶ εἶπεν αὐτῷ Ισραηλ παρελεύσομαι διὰ τῆς γῆς σου ἕως τοῦ τόπου μου
And Israel sent messengers to Sihon king of the Amorites, who ruled in Heshbon, and said to him, ‘Please let us pass through your land into our own place.’
καὶ οὐκ ἠθέλησεν Σηων διελθεῖν τὸν Ισραηλ διὰ τῶν ὁρίων αὐτοῦ καὶ συνήγαγεν Σηων πάντα τὸν λαὸν αὐτοῦ καὶ παρενέβαλεν εἰς Ιασσα καὶ ἐπολέμησεν μετὰ Ισραηλ
But Sihon would not trust Israel to pass through his territory. So he gathered all his people, encamped in Jahaz, and fought with Israel.
καὶ παρέδωκεν κύριος ὁ θεὸς Ισραηλ τὸν Σηων καὶ πάντα τὸν λαὸν αὐτοῦ ἐν χειρὶ Ισραηλ καὶ ἐπάταξεν αὐτούς καὶ ἐκληρονόμησεν Ισραηλ πᾶσαν τὴν γῆν τοῦ Αμορραίου τοῦ κατοικοῦντος ἐν τῇ γῇ
Then the LORD, the God of Israel, delivered Sihon and all his people into the hand of Israel, who defeated them. So Israel took possession of all the land of the Amorites who inhabited that country,
καὶ ἐκληρονόμησεν πᾶν τὸ ὅριον τοῦ Αμορραίου ἀπὸ Αρνων καὶ ἕως τοῦ Ιαβοκ καὶ ἀπὸ τῆς ἐρήμου καὶ ἕως τοῦ Ιορδάνου
seizing all the land from the Arnon to the Jabbok and from the wilderness to the Jordan.
καὶ νῦν κύριος ὁ θεὸς Ισραηλ ἐξῆρεν τὸν Αμορραῖον ἐκ προσώπου τοῦ λαοῦ αὐτοῦ Ισραηλ καὶ σὺ κληρονομήσεις αὐτὸν ἐπὶ σοῦ
Now since the LORD, the God of Israel, has driven out the Amorites from before His people Israel, should you now possess it?
οὐχὶ ὅσα κατεκληρονόμησέν σοι Χαμως ὁ θεός σου αὐτὰ κληρονομήσεις καὶ πάντα ὅσα κατεκληρονόμησεν κύριος ὁ θεὸς ἡμῶν ἀπὸ προσώπου ἡμῶν αὐτὰ κληρονομήσομεν
Do you not possess whatever your god Chemosh grants you? So also, we possess whatever the LORD our God has granted us.
καὶ νῦν μὴ κρείσσων εἶ σὺ τοῦ Βαλακ υἱοῦ Σεπφωρ βασιλέως Μωαβ μὴ μάχῃ ἐμαχέσατο μετὰ Ισραηλ ἢ πολεμῶν ἐπολέμησεν αὐτοῖς
Are you now so much better than Balak son of Zippor, king of Moab? Did he ever contend with Israel or fight against them?
ἐν τῷ οἴκῳ Ισραηλ ἐν Εσεβων καὶ ἐν ταῖς θυγατράσιν αὐτῆς καὶ ἐν Ιαζηρ καὶ ἐν ταῖς θυγατράσιν αὐτῆς καὶ ἐν πάσαις ταῖς πόλεσιν ταῖς παρὰ τὸν Ιορδάνην τριακόσια ἔτη τί ὅτι οὐκ ἐρρύσαντο αὐτοὺς ἐν τῷ καιρῷ ἐκείνῳ
For three hundred years Israel has lived in Heshbon, Aroer, and their villages, as well as all the cities along the banks of the Arnon. Why did you not take them back during that time?
καὶ ἐγὼ οὐχ ἥμαρτόν σοι καὶ σὺ ποιεῖς μετ᾿ ἐμοῦ πονηρίαν τοῦ πολεμῆσαι ἐν ἐμοί κρίναι κύριος ὁ κρίνων σήμερον ἀνὰ μέσον υἱῶν Ισραηλ καὶ ἀνὰ μέσον υἱῶν Αμμων
I have not sinned against you, but you have done me wrong by waging war against me. May the LORD, the Judge, decide today between the Israelites and the Ammonites.”
καὶ οὐκ εἰσήκουσεν βασιλεὺς υἱῶν Αμμων καὶ οὐκ εἰσήκουσεν τῶν λόγων Ιεφθαε ὧν ἀπέστειλεν πρὸς αὐτόν
But the king of the Ammonites paid no heed to the message Jephthah sent him.
καὶ ἐγενήθη ἐπὶ Ιεφθαε πνεῦμα κυρίου καὶ διέβη τὴν γῆν Γαλααδ καὶ τὸν Μανασση καὶ διέβη τὴν σκοπιὰν Γαλααδ καὶ ἀπὸ σκοπιᾶς Γαλααδ εἰς τὸ πέραν υἱῶν Αμμων
Then the Spirit of the LORD came upon Jephthah, and he passed through Gilead and Manasseh, then through Mizpah of Gilead. And from there he advanced against the Ammonites.
καὶ ηὔξατο Ιεφθαε εὐχὴν τῷ κυρίῳ καὶ εἶπεν ἐὰν παραδώσει παραδῷς μοι τοὺς υἱοὺς Αμμων ἐν χειρί μου
Jephthah made this vow to the LORD: “If indeed You will deliver the Ammonites into my hand,
καὶ ἔσται ὃς ἂν ἐξέλθῃ ἐκ τῶν θυρῶν τοῦ οἴκου μου εἰς ἀπάντησίν μου ἐν τῷ ἐπιστρέψαι με ἐν εἰρήνῃ ἀπὸ τῶν υἱῶν Αμμων καὶ ἔσται τῷ κυρίῳ καὶ ἀνοίσω αὐτὸν ὁλοκαύτωμα
then whatever comes out the door of my house to greet me on my triumphant return from the Ammonites will belong to the LORD, and I will offer it up as a burnt offering.”
καὶ διέβη Ιεφθαε πρὸς τοὺς υἱοὺς Αμμων τοῦ πολεμῆσαι πρὸς αὐτούς καὶ παρέδωκεν αὐτοὺς κύριος ἐν χειρὶ αὐτοῦ
So Jephthah crossed over to the Ammonites to fight against them, and the LORD delivered them into his hand.
καὶ ἐπάταξεν αὐτοὺς ἀπὸ Αροηρ καὶ ἕως τοῦ ἐλθεῖν εἰς Σεμωιθ εἴκοσι πόλεις ἕως Αβελ ἀμπελώνων πληγὴν μεγάλην σφόδρα καὶ ἐνετράπησαν οἱ υἱοὶ Αμμων ἀπὸ προσώπου υἱῶν Ισραηλ
With a great blow he devastated twenty cities from Aroer to the vicinity of Minnith, as far as Abel-keramim. So the Ammonites were subdued before the Israelites.
καὶ ἦλθεν Ιεφθαε εἰς Μασσηφα εἰς τὸν οἶκον αὐτοῦ καὶ ἰδοὺ ἡ θυγάτηρ αὐτοῦ ἐξεπορεύετο εἰς ἀπάντησιν αὐτοῦ ἐν τυμπάνοις καὶ χοροῖς καὶ αὕτη μονογενὴς αὐτῷ ἀγαπητή καὶ οὐκ ἔστιν αὐτῷ πλὴν αὐτῆς υἱὸς ἢ θυγάτηρ
And when Jephthah returned home to Mizpah, there was his daughter coming out to meet him with tambourines and dancing! She was his only child; he had no son or daughter besides her.
καὶ ἐγενήθη ἡνίκα εἶδεν αὐτήν καὶ διέρρηξεν τὰ ἱμάτια αὐτοῦ καὶ εἶπεν οἴμμοι θύγατέρ μου ἐμπεποδοστάτηκάς με εἰς σκῶλον ἐγένου ἐν ὀφθαλμοῖς μου ἐγὼ δὲ ἤνοιξα τὸ στόμα μου περὶ σοῦ πρὸς κύριον καὶ οὐ δυνήσομαι ἀποστρέψαι
As soon as Jephthah saw her, he tore his clothes and said, “No! Not my daughter! You have brought me to my knees! You have brought great misery upon me, for I have given my word to the LORD and cannot take it back.”
καὶ εἶπεν πρὸς αὐτόν πάτερ μου εἰ ἐν ἐμοὶ ἤνοιξας τὸ στόμα σου πρὸς κύριον ποίει μοι ὃν τρόπον ἐξῆλθεν ἐκ τοῦ στόματός σου ἀνθ᾿ ὧν ἐποίησέν σοι κύριος ἐκδικήσεις ἐκ τῶν ἐχθρῶν σου ἐκ τῶν υἱῶν Αμμων
“My father,” she replied, “you have given your word to the LORD. Do to me as you have said, for the LORD has avenged you of your enemies, the Ammonites.”
καὶ εἶπεν πρὸς τὸν πατέρα αὐτῆς καὶ ποίησόν μοι τὸ ῥῆμα τοῦτο ἔασόν με δύο μῆνας καὶ πορεύσομαι καὶ καταβήσομαι ἐπὶ τὰ ὄρη καὶ κλαύσομαι ἐπὶ τὰ παρθένιά μου καὶ ἐγὼ καὶ αἱ συνεταιρίδες μου
She also said to her father, “Let me do this one thing: Let me wander for two months through the mountains with my friends and mourn my virginity.”
καὶ εἶπεν πορεύου καὶ ἐξαπέστειλεν αὐτὴν δύο μῆνας καὶ ἐπορεύθη αὐτὴ καὶ αἱ συνεταιρίδες αὐτῆς καὶ ἔκλαυσεν ἐπὶ τὰ παρθένια αὐτῆς ἐπὶ τὰ ὄρη
“Go,” he said. And he sent her away for two months. So she left with her friends and mourned her virginity upon the mountains.
καὶ ἐγένετο μετὰ τέλος δύο μηνῶν καὶ ἀνέκαμψεν πρὸς τὸν πατέρα αὐτῆς καὶ ἐπετέλεσεν Ιεφθαε τὴν εὐχὴν αὐτοῦ ἣν ηὔξατο καὶ αὐτὴ οὐκ ἔγνω ἄνδρα καὶ ἐγενήθη εἰς πρόσταγμα ἐν Ισραηλ
After two months, she returned to her father, and he did to her as he had vowed. And she had never had relations with a man. So it has become a custom in Israel
ἐξ ἡμερῶν εἰς ἡμέρας συνεπορεύοντο αἱ θυγατέρες Ισραηλ θρηνεῖν τὴν θυγατέρα Ιεφθαε τοῦ Γαλααδίτου τέσσαρας ἡμέρας ἐν τῷ ἐνιαυτῷ
that each year the young women of Israel go out for four days to lament the daughter of Jephthah the Gileadite.