Parallel
Judges 12
Rahlfs Septuagint (1935) · Berean Standard Bible
καὶ συνήχθησαν οἱ υἱοὶ Εφραιμ καὶ ἦλθον εἰς Σεφινα καὶ εἶπον πρὸς Ιεφθαε τί ὅτι ἐπορεύθης πολεμεῖν ἐν τοῖς υἱοῖς Αμμων καὶ ἡμᾶς οὐ κέκληκας πορευθῆναι μετὰ σοῦ τὸν οἶκόν σου ἐμπρήσομεν ἐν πυρί
Then the men of Ephraim assembled and crossed the Jordan to Zaphon. They said to Jephthah, “Why have you crossed over to fight the Ammonites without calling us to go with you? We will burn your house down with you inside!”
καὶ εἶπεν πρὸς αὐτοὺς Ιεφθαε ἀνὴρ ἀντιδικῶν ἤμην ἐγὼ καὶ ὁ λαός μου καὶ οἱ υἱοὶ Αμμων ἐταπείνουν με σφόδρα καὶ ἐβόησα πρὸς ὑμᾶς καὶ οὐκ ἐσώσατέ με ἐκ χειρὸς αὐτῶν
But Jephthah replied, “My people and I had a serious conflict with the Ammonites, and when I called, you did not save me out of their hands.
καὶ εἶδον ὅτι οὐκ ἦν ὁ σῴζων καὶ ἐθέμην τὴν ψυχήν μου ἐν τῇ χειρί μου καὶ διέβην πρὸς τοὺς υἱοὺς Αμμων καὶ παρέδωκεν αὐτοὺς κύριος ἐν χειρί μου καὶ ἵνα τί ἀνέβητε πρός με τῇ ἡμέρᾳ ταύτῃ τοῦ πολεμεῖν ἐν ἐμοί
When I saw that you would not save me, I risked my life and crossed over to the Ammonites, and the LORD delivered them into my hand. Why then have you come today to fight against me?”
καὶ συνήθροισεν Ιεφθαε πάντας τοὺς ἄνδρας Γαλααδ καὶ ἐπολέμει τὸν Εφραιμ καὶ ἐπάταξαν ἄνδρες Γαλααδ τὸν Εφραιμ ὅτι εἶπαν οἱ διασεσῳσμένοι τοῦ Εφραιμ ὑμεῖς Γαλααδ ἐν μέσῳ Εφραιμ καὶ ἐν μέσῳ Μανασση
Jephthah then gathered all the men of Gilead and fought against Ephraim. And the men of Gilead struck them down because the Ephraimites had said, “You Gileadites are fugitives in Ephraim, living in the territories of Ephraim and Manasseh.”
καὶ προκατελάβοντο ἄνδρες Γαλααδ τὰς διαβάσεις τοῦ Ιορδάνου τοῦ Εφραιμ καὶ ἐγενήθη ὅτι εἶπαν οἱ διασεσῳσμένοι τοῦ Εφραιμ διαβῶμεν καὶ εἶπαν αὐτοῖς οἱ ἄνδρες Γαλααδ μὴ ὑμεῖς ἐκ τοῦ Εφραιμ καὶ εἶπαν οὔκ ἐσμεν
The Gileadites captured the fords of the Jordan leading to Ephraim, and whenever a fugitive from Ephraim would say, “Let me cross over,” the Gileadites would ask him, “Are you an Ephraimite?” If he answered, “No,”
καὶ εἶπαν αὐτοῖς εἴπατε δὴ σύνθημα καὶ οὐ κατηύθυναν τοῦ λαλῆσαι οὕτως καὶ ἐπελάβοντο αὐτῶν καὶ ἔσφαξαν αὐτοὺς ἐπὶ τὰς διαβάσεις τοῦ Ιορδάνου καὶ ἔπεσαν ἐξ Εφραιμ ἐν τῷ καιρῷ ἐκείνῳ δύο τεσσαράκοντα χιλιάδες
they told him, “Please say Shibboleth.” If he said, “Sibboleth,” because he could not pronounce it correctly, they seized him and killed him at the fords of the Jordan. So at that time 42,000 Ephraimites were killed.
καὶ ἔκρινεν Ιεφθαε τὸν Ισραηλ ἓξ ἔτη καὶ ἀπέθανεν Ιεφθαε ὁ Γαλααδίτης καὶ ἐτάφη ἐν τῇ πόλει αὐτοῦ Γαλααδ
Jephthah judged Israel six years, and when he died, he was buried in one of the cities of Gilead (note: LXX in his city in Gilead).
καὶ ἔκρινεν μετ᾿ αὐτὸν τὸν Ισραηλ Εσεβων ἐκ Βαιθλεεμ
After Jephthah, Ibzan of Bethlehem judged Israel.
καὶ ἐγένοντο αὐτῷ τριάκοντα υἱοὶ καὶ τριάκοντα θυγατέρες ἐξαπεσταλμέναι ἔξω καὶ τριάκοντα γυναῖκας εἰσήγαγεν τοῖς υἱοῖς αὐτοῦ ἔξωθεν καὶ ἔκρινεν τὸν Ισραηλ ἑπτὰ ἔτη
He had thirty sons, as well as thirty daughters whom he gave in marriage to men outside his clan; and for his sons he brought back thirty wives from elsewhere. Ibzan judged Israel seven years.
καὶ ἔκρινεν μετ᾿ αὐτὸν τὸν Ισραηλ Αιλων ὁ Ζαβουλωνίτης καὶ ἔκρινεν τὸν Ισραηλ δέκα ἔτη
After Ibzan, Elon the Zebulunite judged Israel ten years.
καὶ ἀπέθανεν Αιλων ὁ Ζαβουλωνίτης ἐν Αιλιμ καὶ ἔθαψαν αὐτὸν ἐν γῇ Ζαβουλων
Then Elon the Zebulunite died, and he was buried in Aijalon in the land of Zebulun.
καὶ ἔκρινεν μετ᾿ αὐτὸν τὸν Ισραηλ Λαβδων υἱὸς Σελλημ ὁ Φρααθωνίτης
After Elon, Abdon son of Hillel, from Pirathon, judged Israel.
καὶ ἐγένοντο αὐτῷ τεσσαράκοντα υἱοὶ καὶ τριάκοντα υἱοὶ τῶν υἱῶν αὐτοῦ ἐπιβεβηκότες ἐπὶ ἑβδομήκοντα πώλους καὶ ἔκρινεν τὸν Ισραηλ ὀκτὼ ἔτη
He had forty sons and thirty grandsons, who rode on seventy donkeys. And he judged Israel eight years.
καὶ ἀπέθανεν Λαβδων υἱὸς Σελλημ ὁ Φρααθωνίτης καὶ ἐτάφη ἐν Φρααθων ἐν γῇ Εφραιμ ἐν ὄρει Λανακ
Then Abdon son of Hillel, from Pirathon, died, and he was buried at Pirathon in Ephraim, in the hill country of the Amalekites.