Parallel
Judges 10
Rahlfs Septuagint (1935) · Berean Standard Bible
καὶ ἀνέστη μετὰ Αβιμελεχ τοῦ σῶσαι τὸν Ισραηλ Θωλα υἱὸς Φουα υἱὸς πατραδέλφου αὐτοῦ ἀνὴρ Ισσαχαρ καὶ αὐτὸς κατῴκει ἐν Σαμαρείᾳ ἐν ὄρει Εφραιμ
After the time of Abimelech, a man of Issachar, Tola son of Puah, the son of Dodo, rose up to save Israel. He lived in Shamir, in the hill country of Ephraim.
καὶ ἔκρινεν τὸν Ισραηλ εἴκοσι καὶ τρία ἔτη καὶ ἀπέθανεν καὶ ἐτάφη ἐν Σαμαρείᾳ
Tola judged (note: Or governed or led; here and throughout the book of Judges) Israel twenty-three years, and when he died, he was buried in Shamir.
καὶ ἀνέστη μετ᾿ αὐτὸν Ιαϊρ ὁ Γαλααδίτης καὶ ἔκρινεν τὸν Ισραηλ εἴκοσι καὶ δύο ἔτη
Tola was followed by Jair the Gileadite, who judged Israel twenty-two years.
καὶ ἐγένοντο αὐτῷ τριάκοντα καὶ δύο υἱοὶ ἐπιβεβηκότες ἐπὶ τριάκοντα καὶ δύο πώλους καὶ τριάκοντα καὶ δύο πόλεις αὐτοῖς καὶ ἐκάλεσεν αὐτὰς Ἐπαύλεις Ιαϊρ ἕως τῆς ἡμέρας ταύτης αἵ εἰσιν ἐν τῇ γῇ Γαλααδ
He had thirty sons who rode on thirty donkeys. And they had thirty towns in the land of Gilead, which to this day are called Havvoth-jair (note: Or the villages of Jair).
καὶ προσέθεντο οἱ υἱοὶ Ισραηλ ποιῆσαι τὸ πονηρὸν ἔναντι κυρίου καὶ ἐλάτρευσαν ταῖς Βααλιμ καὶ ταῖς Ασταρωθ καὶ τοῖς θεοῖς Σιδῶνος καὶ τοῖς θεοῖς Μωαβ καὶ τοῖς θεοῖς υἱῶν Αμμων καὶ τοῖς θεοῖς τῶν ἀλλοφύλων καὶ ἐγκατέλιπον τὸν κύριον καὶ οὐκ ἐδούλευσαν αὐτῷ
And again the Israelites did evil in the sight of the LORD. They served the Baals, the Ashtoreths, the gods of Aram, Sidon, and Moab, and the gods of the Ammonites and Philistines. Thus they forsook the LORD and did not serve Him.
καὶ ἐθυμώθη ὀργῇ κύριος ἐν τῷ Ισραηλ καὶ ἀπέδοτο αὐτοὺς ἐν χειρὶ ἀλλοφύλων καὶ ἐν χειρὶ υἱῶν Αμμων
So the anger of the LORD burned against Israel, and He sold them into the hands of the Philistines and Ammonites,
καὶ ἐσάθρωσαν καὶ ἔθλασαν τοὺς υἱοὺς Ισραηλ ἐν τῷ ἐνιαυτῷ ἐκείνῳ ὀκτωκαίδεκα ἔτη πάντας τοὺς υἱοὺς Ισραηλ ἐν τῷ πέραν τοῦ Ιορδάνου ἐν τῇ γῇ τοῦ Αμορραίου ἐν τῇ Γαλααδίτιδι
who that very year harassed and oppressed the Israelites, and they did so for eighteen years to all the Israelites on the other side of the Jordan in Gilead, the land of the Amorites.
καὶ διέβησαν οἱ υἱοὶ Αμμων τὸν Ιορδάνην ἐκπολεμῆσαι καὶ ἐν τῷ Ιουδα καὶ Βενιαμιν καὶ ἐν τῷ οἴκῳ Εφραιμ καὶ ἐθλίβησαν οἱ υἱοὶ Ισραηλ σφόδρα
The Ammonites also crossed the Jordan to fight against Judah, Benjamin, and the house of Ephraim, and Israel was in deep distress.
καὶ ἐκέκραξαν οἱ υἱοὶ Ισραηλ πρὸς κύριον λέγοντες ἡμάρτομέν σοι ὅτι ἐγκατελίπομεν τὸν θεὸν ἡμῶν καὶ ἐλατρεύσαμεν ταῖς Βααλιμ
Then the Israelites cried out to the LORD, saying, “We have sinned against You, for we have indeed forsaken our God and served the Baals.”
καὶ εἶπεν κύριος πρὸς τοὺς υἱοὺς Ισραηλ οὐχὶ οἱ Αἰγύπτιοι καὶ οἱ Αμορραῖοι καὶ οἱ υἱοὶ Αμμων καὶ Μωαβ καὶ οἱ ἀλλόφυλοι
The LORD replied, “When the Egyptians, Amorites, Ammonites, Philistines,
καὶ Σιδώνιοι καὶ Μαδιαμ καὶ Αμαληκ ἐξέθλιψαν ὑμᾶς καὶ ἐκεκράξατε πρός με καὶ ἔσωσα ὑμᾶς ἐκ χειρὸς αὐτῶν
Sidonians, Amalekites, and Maonites (note: Hebrew; some LXX manuscripts Midianites) oppressed you and you cried out to Me, did I not save you from their hands?
καὶ ὑμεῖς ἐγκατελίπετέ με καὶ ἐλατρεύσατε θεοῖς ἑτέροις διὰ τοῦτο οὐ προσθήσω τοῦ σῶσαι ὑμᾶς
But you have forsaken Me and served other gods, so I will no longer save you.
βαδίζετε καὶ βοᾶτε πρὸς τοὺς θεούς οὓς ἐξελέξασθε ἑαυτοῖς καὶ αὐτοὶ σωσάτωσαν ὑμᾶς ἐν καιρῷ θλίψεως ὑμῶν
Go and cry out to the gods you have chosen. Let them save you in your time of trouble.”
καὶ εἶπαν οἱ υἱοὶ Ισραηλ πρὸς κύριον ἡμάρτομεν ποίησον σὺ ἡμῖν κατὰ πάντα ὅσα ἂν ἀρέσκῃ ἐνώπιόν σου πλήν κύριε ἐξελοῦ ἡμᾶς ἐν τῇ ἡμέρᾳ ταύτῃ
“We have sinned,” the Israelites said to the LORD. “Deal with us as You see fit; but please deliver us today!”
καὶ μετέστησαν τοὺς θεοὺς τοὺς ἀλλοτρίους ἐκ μέσου αὐτῶν καὶ ἐλάτρευσαν τῷ κυρίῳ καὶ οὐκ εὐηρέστησεν ἐν τῷ λαῷ καὶ ὠλιγοψύχησεν ἐν τῷ κόπῳ Ισραηλ
So they put away the foreign gods from among them and served the LORD, and He could no longer bear the misery of Israel.
καὶ ἀνέβησαν οἱ υἱοὶ Αμμων καὶ παρενέβαλον ἐν Γαλααδ καὶ ἐξῆλθον οἱ υἱοὶ Ισραηλ καὶ παρενέβαλον ἐν τῇ Μασσηφα
Then the Ammonites were called to arms and camped in Gilead, and the Israelites assembled and camped at Mizpah.
καὶ εἶπον οἱ ἄρχοντες τοῦ λαοῦ Γαλααδ ἀνὴρ πρὸς τὸν πλησίον αὐτοῦ τίς ἀνήρ ὃς ἄρξεται πολεμῆσαι ἐν τοῖς υἱοῖς Αμμων καὶ ἔσται εἰς κεφαλὴν πᾶσιν τοῖς κατοικοῦσιν Γαλααδ
And the rulers of Gilead said to one another, “Whoever will launch the attack against the Ammonites will be the head of all who live in Gilead.”